1 καὶ ἐγένετο ἐν τω̨̃ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τη̨̃ γη̨̃ καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βαιθλεεμ τη̃ς Ιουδα του̃ παροικη̃σαι ἐν ἀγρω̨̃ Μωαβ αὐτὸς καὶ ἡ γυνὴ αὐτου̃ καὶ οἱ υἱοὶ αὐτου̃ |
2 καὶ ὄνομα τω̨̃ ἀνδρὶ Αβιμελεχ καὶ ὄνομα τη̨̃ γυναικὶ αὐτου̃ Νωεμιν καὶ ὄνομα τοι̃ς δυσὶν υἱοι̃ς αὐτου̃ Μααλων καὶ Χελαιων Εφραθαι̃οι ἐκ Βαιθλεεμ τη̃ς Ιουδα καὶ ἤλθοσαν εἰς ἀγρὸν Μωαβ καὶ ἠ̃σαν ἐκει̃ |
3 καὶ ἀπέθανεν Αβιμελεχ ὁ ἀνὴρ τη̃ς Νωεμιν καὶ κατελείφθη αὐτὴ καὶ οἱ δύο υἱοὶ αὐτη̃ς |
4 καὶ ἐλάβοσαν ἑαυτοι̃ς γυναι̃κας Μωαβίτιδας ὄνομα τη̨̃ μια̨̃ Ορφα καὶ ὄνομα τη̨̃ δευτέρα̨ Ρουθ καὶ κατώ̨κησαν ἐκει̃ ὡς δέκα ἔτη |
5 καὶ ἀπέθανον καί γε ἀμφότεροι Μααλων καὶ Χελαιων καὶ κατελείφθη ἡ γυνὴ ἀπὸ του̃ ἀνδρὸς αὐτη̃ς καὶ ἀπὸ τω̃ν δύο υἱω̃ν αὐτη̃ς |
6 καὶ ἀνέστη αὐτὴ καὶ αἱ δύο νύμφαι αὐτη̃ς καὶ ἀπέστρεψαν ἐξ ἀγρου̃ Μωαβ ὅτι ἤκουσαν ἐν ἀγρω̨̃ Μωαβ ὅτι ἐπέσκεπται κύριος τὸν λαὸν αὐτου̃ δου̃ναι αὐτοι̃ς ἄρτους |
7 καὶ ἐξη̃λθεν ἐκ του̃ τόπου οὑ̃ ἠ̃ν ἐκει̃ καὶ αἱ δύο νύμφαι αὐτη̃ς μετ' αὐτη̃ς καὶ ἐπορεύοντο ἐν τη̨̃ ὁδω̨̃ του̃ ἐπιστρέψαι εἰς τὴν γη̃ν Ιουδα |
8 καὶ εἰ̃πεν Νωεμιν ται̃ς νύμφαις αὐτη̃ς πορεύεσθε δὴ ἀποστράφητε ἑκάστη εἰς οἰ̃κον μητρὸς αὐτη̃ς ποιήσαι κύριος μεθ' ὑμω̃ν ἔλεος καθὼς ἐποιήσατε μετὰ τω̃ν τεθνηκότων καὶ μετ' ἐμου̃ |
9 δώ̨η κύριος ὑμι̃ν καὶ εὕροιτε ἀνάπαυσιν ἑκάστη ἐν οἴκω̨ ἀνδρὸς αὐτη̃ς καὶ κατεφίλησεν αὐτάς καὶ ἐπη̃ραν τὴν φωνὴν αὐτω̃ν καὶ ἔκλαυσαν |
10 καὶ εἰ̃παν αὐτη̨̃ μετὰ σου̃ ἐπιστρέφομεν εἰς τὸν λαόν σου |
11 καὶ εἰ̃πεν Νωεμιν ἐπιστράφητε δή θυγατέρες μου καὶ ἵνα τί πορεύεσθε μετ' ἐμου̃ μὴ ἔτι μοι υἱοὶ ἐν τη̨̃ κοιλία̨ μου καὶ ἔσονται ὑμι̃ν εἰς ἄνδρας |
12 ἐπιστράφητε δή θυγατέρες μου διότι γεγήρακα του̃ μὴ εἰ̃ναι ἀνδρί ὅτι εἰ̃πα ὅτι ἔστιν μοι ὑπόστασις του̃ γενηθη̃ναί με ἀνδρὶ καὶ τέξομαι υἱούς |
13 μὴ αὐτοὺς προσδέξεσθε ἕως οὑ̃ ἁδρυνθω̃σιν ἢ αὐτοι̃ς κατασχεθήσεσθε του̃ μὴ γενέσθαι ἀνδρί μὴ δή θυγατέρες μου ὅτι ἐπικράνθη μοι ὑπὲρ ὑμα̃ς ὅτι ἐξη̃λθεν ἐν ἐμοὶ χεὶρ κυρίου |
14 καὶ ἐπη̃ραν τὴν φωνὴν αὐτω̃ν καὶ ἔκλαυσαν ἔτι καὶ κατεφίλησεν Ορφα τὴν πενθερὰν αὐτη̃ς καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτη̃ς Ρουθ δὲ ἠκολούθησεν αὐτη̨̃ |
15 καὶ εἰ̃πεν Νωεμιν πρὸς Ρουθ ἰδοὺ ἀνέστρεψεν ἡ σύννυμφός σου πρὸς λαὸν αὐτη̃ς καὶ πρὸς τοὺς θεοὺς αὐτη̃ς ἐπιστράφητι δὴ καὶ σὺ ὀπίσω τη̃ς συννύμφου σου |
16 εἰ̃πεν δὲ Ρουθ μὴ ἀπαντήσαι ἐμοὶ του̃ καταλιπει̃ν σε ἢ ἀποστρέψαι ὄπισθέν σου ὅτι σὺ ὅπου ἐὰν πορευθη̨̃ς πορεύσομαι καὶ οὑ̃ ἐὰν αὐλισθη̨̃ς αὐλισθήσομαι ὁ λαός σου λαός μου καὶ ὁ θεός σου θεός μου |
17 καὶ οὑ̃ ἐὰν ἀποθάνη̨ς ἀποθανου̃μαι κἀκει̃ ταφήσομαι τάδε ποιήσαι μοι κύριος καὶ τάδε προσθείη ὅτι θάνατος διαστελει̃ ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ |
18 ἰδου̃σα δὲ Νωεμιν ὅτι κραταιου̃ται αὐτὴ του̃ πορεύεσθαι μετ' αὐτη̃ς ἐκόπασεν του̃ λαλη̃σαι πρὸς αὐτὴν ἔτι |
19 ἐπορεύθησαν δὲ ἀμφότεραι ἕως του̃ παραγενέσθαι αὐτὰς εἰς Βαιθλεεμ καὶ ἤχησεν πα̃σα ἡ πόλις ἐπ' αὐται̃ς καὶ εἰ̃πον αὕτη ἐστὶν Νωεμιν |
20 καὶ εἰ̃πεν πρὸς αὐτάς μὴ δὴ καλει̃τέ με Νωεμιν καλέσατέ με Πικράν ὅτι ἐπικράνθη ἐν ἐμοὶ ὁ ἱκανὸς σφόδρα |
21 ἐγὼ πλήρης ἐπορεύθην καὶ κενὴν ἀπέστρεψέν με ὁ κύριος καὶ ἵνα τί καλει̃τέ με Νωεμιν καὶ κύριος ἐταπείνωσέν με καὶ ὁ ἱκανὸς ἐκάκωσέν με |
22 καὶ ἐπέστρεψεν Νωεμιν καὶ Ρουθ ἡ Μωαβι̃τις ἡ νύμφη αὐτη̃ς ἐπιστρέφουσα ἐξ ἀγρου̃ Μωαβ αὐταὶ δὲ παρεγενήθησαν εἰς Βαιθλεεμ ἐν ἀρχη̨̃ θερισμου̃ κριθω̃ν |