ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α,
κεφαλίς 3,
στἰχοι 8-16
8 διακόνους ὡσαύτως σεμνούς μὴ διλόγους μὴ οἴνω̨ πολλω̨̃ προσέχοντας μὴ αἰσχροκερδει̃ς |
9 ἔχοντας τò μυστήριον τη̃ς πίστεως ἐν καθαρα̨̃ συνειδήσει |
10 καὶ οὑ̃τοι δὲ δοκιμαζέσθωσαν πρω̃τον εἰ̃τα διακονείτωσαν ἀνέγκλητοι ὄντες |
11 γυναι̃κας ὡσαύτως σεμνάς μὴ διαβόλους νηφαλίους πιστὰς ἐν πα̃σιν |
12 διάκονοι ἔστωσαν μια̃ς γυναικòς ἄνδρες τέκνων καλω̃ς προϊστάμενοι καὶ τω̃ν ἰδίων οἴκων |
13 οἱ γὰρ καλω̃ς διακονήσαντες βαθμòν ἑαυτοι̃ς καλòν περιποιου̃νται καὶ πολλὴν παρρησίαν ἐν πίστει τη̨̃ ἐν Χριστω̨̃ ’Ιησου̃ |
14 ταυ̃τά σοι γράφω ἐλπίζων ἐλθει̃ν πρòς σὲ ἐν τάχει |
15 ἐὰν δὲ βραδύνω ἵνα εἰδη̨̃ς πω̃ς δει̃ ἐν οἴκω̨ θεου̃ ἀναστρέφεσθαι ἥτις ἐστὶν ἐκκλησία θεου̃ ζω̃ντος στυ̃λος καὶ ἑδραίωμα τη̃ς ἀληθείας |
16 καὶ ὁμολογουμένως μέγα ἐστὶν τò τη̃ς εὐσεβείας μυστήριον ὃς ἐφανερώθη ἐν σαρκί ἐδικαιώθη ἐν πνεύματι ὤφθη ἀγγέλοις ἐκηρύχθη ἐν ἔθνεσιν ἐπιστεύθη ἐν κόσμω̨ ἀνελήμφθη ἐν δόξη̨ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.