ΚΑΤΑ ΛΟΥΚΑΝ,
κεφαλίς 5,
στἰχοι 27-39
27 καὶ μετὰ ταυ̃τα ἐξη̃λθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευὶν καθήμενον ἐπὶ τò τελώνιον καὶ εἰ̃πεν αὐτω̨̃ ἀκολούθει μοι |
28 καὶ καταλιπὼν πάντα ἀναστὰς ἠκολούθει αὐτω̨̃ |
29 καὶ ἐποίησεν δοχὴν μεγάλην Λευὶς αὐτω̨̃ ἐν τη̨̃ οἰκία̨ αὐτου̃ καὶ ἠ̃ν ὄχλος πολὺς τελωνω̃ν καὶ ἄλλων οἳ ἠ̃σαν μετ' αὐτω̃ν κατακείμενοι |
30 καὶ ἐγόγγυζον οἱ Φαρισαι̃οι καὶ οἱ γραμματει̃ς αὐτω̃ν πρòς τοὺς μαθητὰς αὐτου̃ λέγοντες διὰ τί μετὰ τω̃ν τελωνω̃ν καὶ ἁμαρτωλω̃ν ἐσθίετε καὶ πίνετε |
31 καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν πρòς αὐτούς οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατρου̃ ἀλλὰ οἱ κακω̃ς ἔχοντες |
32 οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν |
33 οἱ δὲ εἰ̃παν πρòς αὐτόν οἱ μαθηταὶ ’Ιωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιου̃νται ὁμοίως καὶ οἱ τω̃ν Φαρισαίων οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν |
34 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν πρòς αὐτούς μὴ δύνασθε τοὺς υἱοὺς του̃ νυμφω̃νος ἐν ὡ̨̃ ὁ νυμφίος μετ' αὐτω̃ν ἐστιν ποιη̃σαι νηστευ̃σαι |
35 ἐλεύσονται δὲ ἡμέραι καὶ ὅταν ἀπαρθη̨̃ ἀπ' αὐτω̃ν ὁ νυμφίος τότε νηστεύσουσιν ἐν ἐκείναις ται̃ς ἡμέραις |
36 ἔλεγεν δὲ καὶ παραβολὴν πρòς αὐτοὺς ὅτι οὐδεὶς ἐπίβλημα ἀπò ἱματίου καινου̃ σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν εἰ δὲ μή γε καὶ τò καινòν σχίσει καὶ τω̨̃ παλαιω̨̃ οὐ συμφωνήσει τò ἐπίβλημα τò ἀπò του̃ καινου̃ |
37 καὶ οὐδεὶς βάλλει οἰ̃νον νέον εἰς ἀσκοὺς παλαιούς εἰ δὲ μή γε ῥήξει ὁ οἰ̃νος ὁ νέος τοὺς ἀσκούς καὶ αὐτòς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολου̃νται |
38 ἀλλὰ οἰ̃νον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον |
39 καὶ οὐδεὶς πιὼν παλαιòν θέλει νέον λέγει γάρ ὁ παλαιòς χρηστός ἐστιν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.