Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 5

καὶ ἠ̃λθον εἰς τò πέραν τη̃ς θαλάσσης εἰς τὴν χώραν τω̃ν Γερασηνω̃ν
καὶ ἐξελθόντος αὐτου̃ ἐκ του̃ πλοίου εὐθὺς ὑπήντησεν αὐτω̨̃ ἐκ τω̃ν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτω̨
ὃς τὴν κατοίκησιν εἰ̃χεν ἐν τοι̃ς μνήμασιν καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτòν δη̃σαι
διὰ τò αὐτòν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι καὶ διεσπάσθαι ὑπ' αὐτου̃ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρι̃φθαι καὶ οὐδεὶς ἴσχυεν αὐτòν δαμάσαι
καὶ διὰ παντòς νυκτòς καὶ ἡμέρας ἐν τοι̃ς μνήμασιν καὶ ἐν τοι̃ς ὄρεσιν ἠ̃ν κράζων καὶ κατακόπτων ἑαυτòν λίθοις
καὶ ἰδὼν τòν ’Ιησου̃ν ἀπò μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν αὐτω̨̃
καὶ κράξας φωνη̨̃ μεγάλη̨ λέγει τί ἐμοὶ καὶ σοί ’Ιησου̃ υἱὲ του̃ θεου̃ του̃ ὑψίστου ὁρκίζω σε τòν θεόν μή με βασανίση̨ς
ἔλεγεν γὰρ αὐτω̨̃ ἔξελθε τò πνευ̃μα τò ἀκάθαρτον ἐκ του̃ ἀνθρώπου
καὶ ἐπηρώτα αὐτόν τί ὄνομά σοι καὶ λέγει αὐτω̨̃ λεγιὼν ὄνομά μοι ὅτι πολλοί ἐσμεν
10 καὶ παρεκάλει αὐτòν πολλὰ ἵνα μὴ αὐτὰ ἀποστείλη̨ ἔξω τη̃ς χώρας
11 ἠ̃ν δὲ ἐκει̃ πρòς τω̨̃ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη
12 καὶ παρεκάλεσαν αὐτòν λέγοντες πέμψον ἡμα̃ς εἰς τοὺς χοίρους ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν
13 καὶ ἐπέτρεψεν αὐτοι̃ς καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰση̃λθον εἰς τοὺς χοίρους καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ του̃ κρημνου̃ εἰς τὴν θάλασσαν ὡς δισχίλιοι καὶ ἐπνίγοντο ἐν τη̨̃ θαλάσση̨
14 καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς καὶ ἠ̃λθον ἰδει̃ν τί ἐστιν τò γεγονός
15 καὶ ἔρχονται πρòς τòν ’Ιησου̃ν καὶ θεωρου̃σιν τòν δαιμονιζόμενον καθήμενον ἱματισμένον καὶ σωφρονου̃ντα τòν ἐσχηκότα τòν λεγιω̃να καὶ ἐφοβήθησαν
16 καὶ διηγήσαντο αὐτοι̃ς οἱ ἰδόντες πω̃ς ἐγένετο τω̨̃ δαιμονιζομένω̨ καὶ περὶ τω̃ν χοίρων
17 καὶ ἤρξαντο παρακαλει̃ν αὐτòν ἀπελθει̃ν ἀπò τω̃ν ὁρίων αὐτω̃ν
18 καὶ ἐμβαίνοντος αὐτου̃ εἰς τò πλοι̃ον παρεκάλει αὐτòν ὁ δαιμονισθεὶς ἵνα μετ' αὐτου̃ ἠ̨̃
19 καὶ οὐκ ἀφη̃κεν αὐτόν ἀλλὰ λέγει αὐτω̨̃ ὕπαγε εἰς τòν οἰ̃κόν σου πρòς τοὺς σούς καὶ ἀπάγγειλον αὐτοι̃ς ὅσα ὁ κύριός σοι πεποίηκεν καὶ ἠλέησέν σε
20 καὶ ἀπη̃λθεν καὶ ἤρξατο κηρύσσειν ἐν τη̨̃ Δεκαπόλει ὅσα ἐποίησεν αὐτω̨̃ ὁ ’Ιησου̃ς καὶ πάντες ἐθαύμαζον
21 καὶ διαπεράσαντος του̃ ’Ιησου̃ ἐν τω̨̃ πλοίω̨ πάλιν εἰς τò πέραν συνήχθη ὄχλος πολὺς ἐπ' αὐτόν καὶ ἠ̃ν παρὰ τὴν θάλασσαν
22 καὶ ἔρχεται εἱ̃ς τω̃ν ἀρχισυναγώγων ὀνόματι ’Ιάϊρος καὶ ἰδὼν αὐτòν πίπτει πρòς τοὺς πόδας αὐτου̃
23 καὶ παρακαλει̃ αὐτòν πολλὰ λέγων ὅτι τò θυγάτριόν μου ἐσχάτως ἔχει ἵνα ἐλθὼν ἐπιθη̨̃ς τὰς χει̃ρας αὐτη̨̃ ἵνα σωθη̨̃ καὶ ζήση̨
24 καὶ ἀπη̃λθεν μετ' αὐτου̃ καὶ ἠκολούθει αὐτω̨̃ ὄχλος πολύς καὶ συνέθλιβον αὐτόν
25 καὶ γυνὴ οὐ̃σα ἐν ῥύσει αἵματος δώδεκα ἔτη
26 καὶ πολλὰ παθου̃σα ὑπò πολλω̃ν ἰατρω̃ν καὶ δαπανήσασα τὰ παρ' αὐτη̃ς πάντα καὶ μηδὲν ὠφεληθει̃σα ἀλλὰ μα̃λλον εἰς τò χει̃ρον ἐλθου̃σα
27 ἀκούσασα περὶ του̃ ’Ιησου̃ ἐλθου̃σα ἐν τω̨̃ ὄχλω̨ ὄπισθεν ἥψατο του̃ ἱματίου αὐτου̃
28 ἔλεγεν γὰρ ὅτι ἐὰν ἅψωμαι κἂν τω̃ν ἱματίων αὐτου̃ σωθήσομαι
29 καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ του̃ αἵματος αὐτη̃ς καὶ ἔγνω τω̨̃ σώματι ὅτι ἴαται ἀπò τη̃ς μάστιγος
30 καὶ εὐθὺς ὁ ’Ιησου̃ς ἐπιγνοὺς ἐν ἑαυτω̨̃ τὴν ἐξ αὐτου̃ δύναμιν ἐξελθου̃σαν ἐπιστραφεὶς ἐν τω̨̃ ὄχλω̨ ἔλεγεν τίς μου ἥψατο τω̃ν ἱματίων
31 καὶ ἔλεγον αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃ βλέπεις τòν ὄχλον συνθλίβοντά σε καὶ λέγεις τίς μου ἥψατο
32 καὶ περιεβλέπετο ἰδει̃ν τὴν του̃το ποιήσασαν
33 ἡ δὲ γυνὴ φοβηθει̃σα καὶ τρέμουσα εἰδυι̃α ὃ γέγονεν αὐτη̨̃ ἠ̃λθεν καὶ προσέπεσεν αὐτω̨̃ καὶ εἰ̃πεν αὐτω̨̃ πα̃σαν τὴν ἀλήθειαν
34 ὁ δὲ εἰ̃πεν αὐτη̨̃ θυγάτηρ ἡ πίστις σου σέσωκέν σε ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπò τη̃ς μάστιγός σου
35 ἔτι αὐτου̃ λαλου̃ντος ἔρχονται ἀπò του̃ ἀρχισυναγώγου λέγοντες ὅτι ἡ θυγάτηρ σου ἀπέθανεν τί ἔτι σκύλλεις τòν διδάσκαλον
36 ὁ δὲ ’Ιησου̃ς παρακούσας τòν λόγον λαλούμενον λέγει τω̨̃ ἀρχισυναγώγω̨ μὴ φοβου̃ μόνον πίστευε
37 καὶ οὐκ ἀφη̃κεν οὐδένα μετ' αὐτου̃ συνακολουθη̃σαι εἰ μὴ τòν πέτρον καὶ ’Ιάκωβον καὶ ’Ιωάννην τòν ἀδελφòν ’Ιακώβου
38 καὶ ἔρχονται εἰς τòν οἰ̃κον του̃ ἀρχισυναγώγου καὶ θεωρει̃ θόρυβον καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά
39 καὶ εἰσελθὼν λέγει αὐτοι̃ς τί θορυβει̃σθε καὶ κλαίετε τò παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει
40 καὶ κατεγέλων αὐτου̃ αὐτòς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τòν πατέρα του̃ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ' αὐτου̃ καὶ εἰσπορεύεται ὅπου ἠ̃ν τò παιδίον
41 καὶ κρατήσας τη̃ς χειρòς του̃ παιδίου λέγει αὐτη̨̃ ταλιθα κουμ ὅ ἐστιν μεθερμηνευόμενον τò κοράσιον σοὶ λέγω ἔγειρε
42 καὶ εὐθὺς ἀνέστη τò κοράσιον καὶ περιεπάτει ἠ̃ν γὰρ ἐτω̃ν δώδεκα καὶ ἐξέστησαν εὐθὺς ἐκστάσει μεγάλη̨
43 καὶ διεστείλατο αὐτοι̃ς πολλὰ ἵνα μηδεὶς γνοι̃ του̃το καὶ εἰ̃πεν δοθη̃ναι αὐτη̨̃ φαγει̃ν

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 6,  στἰχοι 1-6

καὶ ἐξη̃λθεν ἐκει̃θεν καὶ ἔρχεται εἰς τὴν πατρίδα αὐτου̃ καὶ ἀκολουθου̃σιν αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃
καὶ γενομένου σαββάτου ἤρξατο διδάσκειν ἐν τη̨̃ συναγωγη̨̃ καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες πόθεν τούτω̨ ταυ̃τα καὶ τίς ἡ σοφία ἡ δοθει̃σα τούτω̨ καὶ αἱ δυνάμεις τοιαυ̃ται διὰ τω̃ν χειρω̃ν αὐτου̃ γινόμεναι
οὐχ οὑ̃τός ἐστιν ὁ τέκτων ὁ υἱòς τη̃ς Μαρίας καὶ ἀδελφòς ’Ιακώβου καὶ ’Ιωση̃τος καὶ ’Ιούδα καὶ Σίμωνος καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτου̃ ὡ̃δε πρòς ἡμα̃ς καὶ ἐσκανδαλίζοντο ἐν αὐτω̨̃
καὶ ἔλεγεν αὐτοι̃ς ὁ ’Ιησου̃ς ὅτι οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τη̨̃ πατρίδι αὐτου̃ καὶ ἐν τοι̃ς συγγενευ̃σιν αὐτου̃ καὶ ἐν τη̨̃ οἰκία̨ αὐτου̃
καὶ οὐκ ἐδύνατο ἐκει̃ ποιη̃σαι οὐδεμίαν δύναμιν εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χει̃ρας ἐθεράπευσεν
καὶ ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτω̃ν καὶ περιη̃γεν τὰς κώμας κύκλω̨ διδάσκων
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).