Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 8,  στἰχοι 27-38

27 καὶ ἐξη̃λθεν ὁ ’Ιησου̃ς καὶ οἱ μαθηταὶ αὐτου̃ εἰς τὰς κώμας Καισαρείας τη̃ς Φιλίππου καὶ ἐν τη̨̃ ὁδω̨̃ ἐπηρώτα τοὺς μαθητὰς αὐτου̃ λέγων αὐτοι̃ς τίνα με λέγουσιν οἱ ἄνθρωποι εἰ̃ναι
28 οἱ δὲ εἰ̃παν αὐτω̨̃ λέγοντες ὅτι ’Ιωάννην τòν βαπτιστήν καὶ ἄλλοι ’Ηλίαν ἄλλοι δὲ ὅτι εἱ̃ς τω̃ν προφητω̃ν
29 καὶ αὐτòς ἐπηρώτα αὐτούς ὑμει̃ς δὲ τίνα με λέγετε εἰ̃ναι ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτω̨̃ σὺ εἰ̃ ὁ Χριστός
30 καὶ ἐπετίμησεν αὐτοι̃ς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτου̃
31 καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δει̃ τòν υἱòν του̃ ἀνθρώπου πολλὰ παθει̃ν καὶ ἀποδοκιμασθη̃ναι ὑπò τω̃ν πρεσβυτέρων καὶ τω̃ν ἀρχιερέων καὶ τω̃ν γραμματέων καὶ ἀποκτανθη̃ναι καὶ μετὰ τρει̃ς ἡμέρας ἀναστη̃ναι
32 καὶ παρρησία̨ τòν λόγον ἐλάλει καὶ προσλαβόμενος ὁ Πέτρος αὐτòν ἤρξατο ἐπιτιμα̃ν αὐτω̨̃
33 ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτου̃ ἐπετίμησεν Πέτρω̨ καὶ λέγει ὕπαγε ὀπίσω μου Σατανα̃ ὅτι οὐ φρονει̃ς τὰ του̃ θεου̃ ἀλλὰ τὰ τω̃ν ἀνθρώπων
34 καὶ προσκαλεσάμενος τòν ὄχλον σὺν τοι̃ς μαθηται̃ς αὐτου̃ εἰ̃πεν αὐτοι̃ς εἴ τις θέλει ὀπίσω μου ἀκολουθει̃ν ἀπαρνησάσθω ἑαυτòν καὶ ἀράτω τòν σταυρòν αὐτου̃ καὶ ἀκολουθείτω μοι
35 ὃς γὰρ ἐὰν θέλη̨ τὴν ψυχὴν αὐτου̃ σω̃σαι ἀπολέσει αὐτήν ὃς δ' ἂν ἀπολέσει τὴν ψυχὴν αὐτου̃ ἕνεκεν ἐμου̃ καὶ του̃ εὐαγγελίου σώσει αὐτήν
36 τί γὰρ ὠφελει̃ ἄνθρωπον κερδη̃σαι τòν κόσμον ὅλον καὶ ζημιωθη̃ναι τὴν ψυχὴν αὐτου̃
37 τί γὰρ δοι̃ ἄνθρωπος ἀντάλλαγμα τη̃ς ψυχη̃ς αὐτου̃
38 ὃς γὰρ ἐὰν ἐπαισχυνθη̨̃ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τη̨̃ γενεα̨̃ ταύτη̨ τη̨̃ μοιχαλίδι καὶ ἁμαρτωλω̨̃ καὶ ὁ υἱòς του̃ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτòν ὅταν ἔλθη̨ ἐν τη̨̃ δόξη̨ του̃ πατρòς αὐτου̃ μετὰ τω̃ν ἀγγέλων τω̃ν ἁγίων

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 9,  στἰχοι 1-8

καὶ ἔλεγεν αὐτοι̃ς ἀμὴν λέγω ὑμι̃ν ὅτι εἰσίν τινες ὡ̃δε τω̃ν ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν του̃ θεου̃ ἐληλυθυι̃αν ἐν δυνάμει
καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ ’Ιησου̃ς τòν Πέτρον καὶ τòν ’Ιάκωβον καὶ τòν ’Ιωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλòν κατ' ἰδίαν μόνους καὶ μετεμορφώθη ἔμπροσθεν αὐτω̃ν
καὶ τὰ ἱμάτια αὐτου̃ ἐγένετο στίλβοντα λευκὰ λίαν οἱ̃α γναφεὺς ἐπὶ τη̃ς γη̃ς οὐ δύναται οὕτως λευκα̃ναι
καὶ ὤφθη αὐτοι̃ς ’Ηλίας σὺν Μωϋσει̃ καὶ ἠ̃σαν συλλαλου̃ντες τω̨̃ ’Ιησου̃
καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τω̨̃ ’Ιησου̃ ῥαββί καλόν ἐστιν ἡμα̃ς ὡ̃δε εἰ̃ναι καὶ ποιήσωμεν τρει̃ς σκηνάς σοὶ μίαν καὶ Μωϋσει̃ μίαν καὶ ’Ηλία̨ μίαν
οὐ γὰρ ἤ̨δει τί ἀποκριθη̨̃ ἔκφοβοι γὰρ ἐγένοντο
καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοι̃ς καὶ ἐγένετο φωνὴ ἐκ τη̃ς νεφέλης οὑ̃τός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός ἀκούετε αὐτου̃
καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἰ̃δον ἀλλὰ τòν ’Ιησου̃ν μόνον μεθ' ἑαυτω̃ν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).