ΚΑΤΑ ΜΑΡΚΟΝ,
κεφαλίς 9,
στἰχοι 33-50
33 καὶ ἠ̃λθον εἰς Καφαρναούμ καὶ ἐν τη̨̃ οἰκία̨ γενόμενος ἐπηρώτα αὐτούς τί ἐν τη̨̃ ὁδω̨̃ διελογίζεσθε |
34 οἱ δὲ ἐσιώπων πρòς ἀλλήλους γὰρ διελέχθησαν ἐν τη̨̃ ὁδω̨̃ τίς μείζων |
35 καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοι̃ς εἴ τις θέλει πρω̃τος εἰ̃ναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος |
36 καὶ λαβὼν παιδίον ἔστησεν αὐτò ἐν μέσω̨ αὐτω̃ν καὶ ἐναγκαλισάμενος αὐτò εἰ̃πεν αὐτοι̃ς |
37 ὃς ἂν ἓν τω̃ν τοιούτων παιδίων δέξηται ἐπὶ τω̨̃ ὀνόματί μου ἐμὲ δέχεται καὶ ὃς ἂν ἐμὲ δέχηται οὐκ ἐμὲ δέχεται ἀλλὰ τòν ἀποστείλαντά με |
38 ἔφη αὐτω̨̃ ὁ ’Ιωάννης διδάσκαλε εἴδομέν τινα ἐν τω̨̃ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύομεν αὐτόν ὅτι οὐκ ἠκολούθει ἡμι̃ν |
39 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν μὴ κωλύετε αὐτόν οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τω̨̃ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογη̃σαί με |
40 ὃς γὰρ οὐκ ἔστιν καθ' ἡμω̃ν ὑπὲρ ἡμω̃ν ἐστιν |
41 ὃς γὰρ ἂν ποτίση̨ ὑμα̃ς ποτήριον ὕδατος ἐν ὀνόματι ὅτι Χριστου̃ ἐστε ἀμὴν λέγω ὑμι̃ν ὅτι οὐ μὴ ἀπολέση̨ τòν μισθòν αὐτου̃ |
42 καὶ ὃς ἂν σκανδαλίση̨ ἕνα τω̃ν μικρω̃ν τούτων τω̃ν πιστευόντων εἰς ἐμέ καλόν ἐστιν αὐτω̨̃ μα̃λλον εἰ περίκειται μύλος ὀνικòς περὶ τòν τράχηλον αὐτου̃ καὶ βέβληται εἰς τὴν θάλασσαν |
43 καὶ ἐὰν σκανδαλίζη̨ σε ἡ χείρ σου ἀπόκοψον αὐτήν καλόν ἐστίν σε κυλλòν εἰσελθει̃ν εἰς τὴν ζωὴν ἢ τὰς δύο χει̃ρας ἔχοντα ἀπελθει̃ν εἰς τὴν γέενναν εἰς τò πυ̃ρ τò ἄσβεστον |
44 καὶ ἐὰν ὁ πούς σου σκανδαλίζη̨ σε ἀπόκοψον αὐτόν καλόν ἐστίν σε εἰσελθει̃ν εἰς τὴν ζωὴν χωλòν ἢ τοὺς δύο πόδας ἔχοντα βληθη̃ναι εἰς τὴν γέενναν |
45 καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζη̨ σε ἔκβαλε αὐτόν καλόν σέ ἐστιν μονόφθαλμον εἰσελθει̃ν εἰς τὴν βασιλείαν του̃ θεου̃ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθη̃ναι εἰς τὴν γέενναν |
46 ὅπου ὁ σκώληξ αὐτω̃ν οὐ τελευτα̨̃ καὶ τò πυ̃ρ οὐ σβέννυται |
|
|
49 πα̃ς γὰρ πυρὶ ἁλισθήσεται |
50 καλòν τò ἅλας ἐὰν δὲ τò ἅλας ἄναλον γένηται ἐν τίνι αὐτò ἀρτύσετε ἔχετε ἐν ἑαυτοι̃ς ἅλα καὶ εἰρηνεύετε ἐν ἀλλήλοις |
ΚΑΤΑ ΜΑΡΚΟΝ,
κεφαλίς 10,
στἰχοι 1-16
1 καὶ ἐκει̃θεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τη̃ς ’Ιουδαίας καὶ πέραν του̃ ’Ιορδάνου καὶ συμπορεύονται πάλιν ὄχλοι πρòς αὐτόν καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς |
2 καὶ προσελθόντες Φαρισαι̃οι ἐπηρώτων αὐτòν εἰ ἔξεστιν ἀνδρὶ γυναι̃κα ἀπολυ̃σαι πειράζοντες αὐτόν |
3 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν αὐτοι̃ς τί ὑμι̃ν ἐνετείλατο Μωϋση̃ς |
4 οἱ δὲ εἰ̃παν ἐπέτρεψεν Μωϋση̃ς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολυ̃σαι |
5 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς πρòς τὴν σκληροκαρδίαν ὑμω̃ν ἔγραψεν ὑμι̃ν τὴν ἐντολὴν ταύτην |
6 ἀπò δὲ ἀρχη̃ς κτίσεως ἄρσεν καὶ θη̃λυ ἐποίησεν αὐτούς |
7 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τòν πατέρα αὐτου̃ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρòς τὴν γυναι̃κα αὐτου̃ |
8 καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ |
9 ὃ οὐ̃ν ὁ θεòς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω |
10 καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν |
11 καὶ λέγει αὐτοι̃ς ὃς ἂν ἀπολύση̨ τὴν γυναι̃κα αὐτου̃ καὶ γαμήση̨ ἄλλην μοιχα̃ται ἐπ' αὐτήν |
12 καὶ ἐὰν αὐτὴ ἀπολύσασα τòν ἄνδρα αὐτη̃ς γαμήση̨ ἄλλον μοιχα̃ται |
13 καὶ προσέφερον αὐτω̨̃ παιδία ἵνα αὐτω̃ν ἅψηται οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοι̃ς |
14 ἰδὼν δὲ ὁ ’Ιησου̃ς ἠγανάκτησεν καὶ εἰ̃πεν αὐτοι̃ς ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με μὴ κωλύετε αὐτά τω̃ν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία του̃ θεου̃ |
15 ἀμὴν λέγω ὑμι̃ν ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν του̃ θεου̃ ὡς παιδίον οὐ μὴ εἰσέλθη̨ εἰς αὐτήν |
16 καὶ ἐναγκαλισάμενος αὐτὰ κατευλόγει τιθεὶς τὰς χει̃ρας ἐπ' αὐτά |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.