Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΡΚΟΝ, κεφαλίς 9,  στἰχοι 9-32

9 καὶ καταβαινόντων αὐτω̃ν ἐκ του̃ ὄρους διεστείλατο αὐτοι̃ς ἵνα μηδενὶ ἃ εἰ̃δον διηγήσωνται εἰ μὴ ὅταν ὁ υἱòς του̃ ἀνθρώπου ἐκ νεκρω̃ν ἀναστη̨̃
10 καὶ τòν λόγον ἐκράτησαν πρòς ἑαυτοὺς συζητου̃ντες τί ἐστιν τò ἐκ νεκρω̃ν ἀναστη̃ναι
11 καὶ ἐπηρώτων αὐτòν λέγοντες ὅτι λέγουσιν οἱ γραμματει̃ς ὅτι ’Ηλίαν δει̃ ἐλθει̃ν πρω̃τον
12 ὁ δὲ ἔφη αὐτοι̃ς ’Ηλίας μὲν ἐλθὼν πρω̃τον ἀποκαθιστάνει πάντα καὶ πω̃ς γέγραπται ἐπὶ τòν υἱòν του̃ ἀνθρώπου ἵνα πολλὰ πάθη̨ καὶ ἐξουδενηθη̨̃
13 ἀλλὰ λέγω ὑμι̃ν ὅτι καὶ ’Ηλίας ἐλήλυθεν καὶ ἐποίησαν αὐτω̨̃ ὅσα ἤθελον καθὼς γέγραπται ἐπ' αὐτόν
14 καὶ ἐλθόντες πρòς τοὺς μαθητὰς εἰ̃δον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματει̃ς συζητου̃ντας πρòς αὐτούς
15 καὶ εὐθὺς πα̃ς ὁ ὄχλος ἰδόντες αὐτòν ἐξεθαμβήθησαν καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν
16 καὶ ἐπηρώτησεν αὐτούς τί συζητει̃τε πρòς αὐτούς
17 καὶ ἀπεκρίθη αὐτω̨̃ εἱ̃ς ἐκ του̃ ὄχλου διδάσκαλε ἤνεγκα τòν υἱόν μου πρòς σέ ἔχοντα πνευ̃μα ἄλαλον
18 καὶ ὅπου ἐὰν αὐτòν καταλάβη̨ ῥήσσει αὐτόν καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας καὶ ξηραίνεται καὶ εἰ̃πα τοι̃ς μαθηται̃ς σου ἵνα αὐτò ἐκβάλωσιν καὶ οὐκ ἴσχυσαν
19 ὁ δὲ ἀποκριθεὶς αὐτοι̃ς λέγει ὠ̃ γενεὰ ἄπιστος ἕως πότε πρòς ὑμα̃ς ἔσομαι ἕως πότε ἀνέξομαι ὑμω̃ν φέρετε αὐτòν πρός με
20 καὶ ἤνεγκαν αὐτòν πρòς αὐτόν καὶ ἰδὼν αὐτòν τò πνευ̃μα εὐθὺς συνεσπάραξεν αὐτόν καὶ πεσὼν ἐπὶ τη̃ς γη̃ς ἐκυλίετο ἀφρίζων
21 καὶ ἐπηρώτησεν τòν πατέρα αὐτου̃ πόσος χρόνος ἐστὶν ὡς του̃το γέγονεν αὐτω̨̃ ὁ δὲ εἰ̃πεν ἐκ παιδιόθεν
22 καὶ πολλάκις καὶ εἰς πυ̃ρ αὐτòν ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέση̨ αὐτόν ἀλλ' εἴ τι δύνη̨ βοήθησον ἡμι̃ν σπλαγχνισθεὶς ἐφ' ἡμα̃ς
23 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ τò εἰ δύνη̨ πάντα δυνατὰ τω̨̃ πιστεύοντι
24 εὐθὺς κράξας ὁ πατὴρ του̃ παιδίου ἔλεγεν πιστεύω βοήθει μου τη̨̃ ἀπιστία̨
25 ἰδὼν δὲ ὁ ’Ιησου̃ς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τω̨̃ πνεύματι τω̨̃ ἀκαθάρτω̨ λέγων αὐτω̨̃ τò ἄλαλον καὶ κωφòν πνευ̃μα ἐγὼ ἐπιτάσσω σοι ἔξελθε ἐξ αὐτου̃ καὶ μηκέτι εἰσέλθη̨ς εἰς αὐτόν
26 καὶ κράξας καὶ πολλὰ σπαράξας ἐξη̃λθεν καὶ ἐγένετο ὡσεὶ νεκρός ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν
27 ὁ δὲ ’Ιησου̃ς κρατήσας τη̃ς χειρòς αὐτου̃ ἤγειρεν αὐτόν καὶ ἀνέστη
28 καὶ εἰσελθόντος αὐτου̃ εἰς οἰ̃κον οἱ μαθηταὶ αὐτου̃ κατ' ἰδίαν ἐπηρώτων αὐτόν ὅτι ἡμει̃ς οὐκ ἠδυνήθημεν ἐκβαλει̃ν αὐτό
29 καὶ εἰ̃πεν αὐτοι̃ς του̃το τò γένος ἐν οὐδενὶ δύναται ἐξελθει̃ν εἰ μὴ ἐν προσευχη̨̃
30 κἀκει̃θεν ἐξελθόντες παρεπορεύοντο διὰ τη̃ς Γαλιλαίας καὶ οὐκ ἤθελεν ἵνα τις γνοι̃
31 ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτου̃ καὶ ἔλεγεν αὐτοι̃ς ὅτι ὁ υἱòς του̃ ἀνθρώπου παραδίδοται εἰς χει̃ρας ἀνθρώπων καὶ ἀποκτενου̃σιν αὐτόν καὶ ἀποκτανθεὶς μετὰ τρει̃ς ἡμέρας ἀναστήσεται
32 οἱ δὲ ἠγνόουν τò ῥη̃μα καὶ ἐφοβου̃ντο αὐτòν ἐπερωτη̃σαι
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).