Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 16,  στἰχοι 15-28

15 λέγει αὐτοι̃ς ὑμει̃ς δὲ τίνα με λέγετε εἰ̃ναι
16 ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἰ̃πεν σὺ εἰ̃ ὁ Χριστòς ὁ υἱòς του̃ θεου̃ του̃ ζω̃ντος
17 ἀποκριθεὶς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ μακάριος εἰ̃ Σίμων βαριωνα̃ ὅτι σὰρξ καὶ αἱ̃μα οὐκ ἀπεκάλυψέν σοι ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοι̃ς οὐρανοι̃ς
18 κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἰ̃ Πέτρος καὶ ἐπὶ ταύτη̨ τη̨̃ πέτρα̨ οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι ἅ̨δου οὐ κατισχύσουσιν αὐτη̃ς
19 δώσω σοι τὰς κλει̃δας τη̃ς βασιλείας τω̃ν οὐρανω̃ν καὶ ὃ ἐὰν δήση̨ς ἐπὶ τη̃ς γη̃ς ἔσται δεδεμένον ἐν τοι̃ς οὐρανοι̃ς καὶ ὃ ἐὰν λύση̨ς ἐπὶ τη̃ς γη̃ς ἔσται λελυμένον ἐν τοι̃ς οὐρανοι̃ς
20 τότε διεστείλατο τοι̃ς μαθηται̃ς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός
21 ἀπò τότε ἤρξατο ὁ ’Ιησου̃ς δεικνύειν τοι̃ς μαθηται̃ς αὐτου̃ ὅτι δει̃ αὐτòν εἰς ‘Ιεροσόλυμα ἀπελθει̃ν καὶ πολλὰ παθει̃ν ἀπò τω̃ν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθη̃ναι καὶ τη̨̃ τρίτη̨ ἡμέρα̨ ἐγερθη̃ναι
22 καὶ προσλαβόμενος αὐτòν ὁ Πέτρος ἤρξατο ἐπιτιμα̃ν αὐτω̨̃ λέγων ἵλεώς σοι κύριε οὐ μὴ ἔσται σοι του̃το
23 ὁ δὲ στραφεὶς εἰ̃πεν τω̨̃ Πέτρω̨ ὕπαγε ὀπίσω μου Σατανα̃ σκάνδαλον εἰ̃ ἐμου̃ ὅτι οὐ φρονει̃ς τὰ του̃ θεου̃ ἀλλὰ τὰ τω̃ν ἀνθρώπων
24 τότε ὁ ’Ιησου̃ς εἰ̃πεν τοι̃ς μαθηται̃ς αὐτου̃ εἴ τις θέλει ὀπίσω μου ἐλθει̃ν ἀπαρνησάσθω ἑαυτòν καὶ ἀράτω τòν σταυρòν αὐτου̃ καὶ ἀκολουθείτω μοι
25 ὃς γὰρ ἐὰν θέλη̨ τὴν ψυχὴν αὐτου̃ σω̃σαι ἀπολέσει αὐτήν ὃς δ' ἂν ἀπολέση̨ τὴν ψυχὴν αὐτου̃ ἕνεκεν ἐμου̃ εὑρήσει αὐτήν
26 τί γὰρ ὠφεληθήσεται ἄνθρωπος ἐὰν τòν κόσμον ὅλον κερδήση̨ τὴν δὲ ψυχὴν αὐτου̃ ζημιωθη̨̃ ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τη̃ς ψυχη̃ς αὐτου̃
27 μέλλει γὰρ ὁ υἱòς του̃ ἀνθρώπου ἔρχεσθαι ἐν τη̨̃ δόξη̨ του̃ πατρòς αὐτου̃ μετὰ τω̃ν ἀγγέλων αὐτου̃ καὶ τότε ἀποδώσει ἑκάστω̨ κατὰ τὴν πρα̃ξιν αὐτου̃
28 ἀμὴν λέγω ὑμι̃ν ὅτι εἰσίν τινες τω̃ν ὡ̃δε ἑστώτων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τòν υἱòν του̃ ἀνθρώπου ἐρχόμενον ἐν τη̨̃ βασιλεία̨ αὐτου̃

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 17,  στἰχοι 1-13

καὶ μεθ' ἡμέρας ἓξ παραλαμβάνει ὁ ’Ιησου̃ς τòν Πέτρον καὶ ’Ιάκωβον καὶ ’Ιωάννην τòν ἀδελφòν αὐτου̃ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλòν κατ' ἰδίαν
καὶ μετεμορφώθη ἔμπροσθεν αὐτω̃ν καὶ ἔλαμψεν τò πρόσωπον αὐτου̃ ὡς ὁ ἥλιος τὰ δὲ ἱμάτια αὐτου̃ ἐγένετο λευκὰ ὡς τò φω̃ς
καὶ ἰδοὺ ὤφθη αὐτοι̃ς Μωϋση̃ς καὶ ’Ηλίας συλλαλου̃ντες μετ' αὐτου̃
ἀποκριθεὶς δὲ ὁ Πέτρος εἰ̃πεν τω̨̃ ’Ιησου̃ κύριε καλόν ἐστιν ἡμα̃ς ὡ̃δε εἰ̃ναι εἰ θέλεις ποιήσω ὡ̃δε τρει̃ς σκηνάς σοὶ μίαν καὶ Μωϋσει̃ μίαν καὶ ’Ηλία̨ μίαν
ἔτι αὐτου̃ λαλου̃ντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς καὶ ἰδοὺ φωνὴ ἐκ τη̃ς νεφέλης λέγουσα οὑ̃τός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός ἐν ὡ̨̃ εὐδόκησα ἀκούετε αὐτου̃
καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτω̃ν καὶ ἐφοβήθησαν σφόδρα
καὶ προση̃λθεν ὁ ’Ιησου̃ς καὶ ἁψάμενος αὐτω̃ν εἰ̃πεν ἐγέρθητε καὶ μὴ φοβει̃σθε
ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτω̃ν οὐδένα εἰ̃δον εἰ μὴ αὐτòν ’Ιησου̃ν μόνον
καὶ καταβαινόντων αὐτω̃ν ἐκ του̃ ὄρους ἐνετείλατο αὐτοι̃ς ὁ ’Ιησου̃ς λέγων μηδενὶ εἴπητε τò ὅραμα ἕως οὑ̃ ὁ υἱòς του̃ ἀνθρώπου ἐκ νεκρω̃ν ἐγερθη̨̃
10 καὶ ἐπηρώτησαν αὐτòν οἱ μαθηταὶ λέγοντες τί οὐ̃ν οἱ γραμματει̃ς λέγουσιν ὅτι ’Ηλίαν δει̃ ἐλθει̃ν πρω̃τον
11 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν ’Ηλίας μὲν ἔρχεται καὶ ἀποκαταστήσει πάντα
12 λέγω δὲ ὑμι̃ν ὅτι ’Ηλίας ἤδη ἠ̃λθεν καὶ οὐκ ἐπέγνωσαν αὐτòν ἀλλὰ ἐποίησαν ἐν αὐτω̨̃ ὅσα ἠθέλησαν οὕτως καὶ ὁ υἱòς του̃ ἀνθρώπου μέλλει πάσχειν ὑπ' αὐτω̃ν
13 τότε συνη̃καν οἱ μαθηταὶ ὅτι περὶ ’Ιωάννου του̃ βαπτιστου̃ εἰ̃πεν αὐτοι̃ς
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).