1 ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τò ὄρος καὶ καθίσαντος αὐτου̃ προση̃λθαν αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃ |
2 καὶ ἀνοίξας τò στόμα αὐτου̃ ἐδίδασκεν αὐτοὺς λέγων |
3 μακάριοι οἱ πτωχοὶ τω̨̃ πνεύματι ὅτι αὐτω̃ν ἐστιν ἡ βασιλεία τω̃ν οὐρανω̃ν |
4 μακάριοι οἱ πενθου̃ντες ὅτι αὐτοὶ παρακληθήσονται |
5 μακάριοι οἱ πραει̃ς ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γη̃ν |
6 μακάριοι οἱ πεινω̃ντες καὶ διψω̃ντες τὴν δικαιοσύνην ὅτι αὐτοὶ χορτασθήσονται |
7 μακάριοι οἱ ἐλεήμονες ὅτι αὐτοὶ ἐλεηθήσονται |
8 μακάριοι οἱ καθαροὶ τη̨̃ καρδία̨ ὅτι αὐτοὶ τòν θεòν ὄψονται |
9 μακάριοι οἱ εἰρηνοποιοί ὅτι αὐτοὶ υἱοὶ θεου̃ κληθήσονται |
10 μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης ὅτι αὐτω̃ν ἐστιν ἡ βασιλεία τω̃ν οὐρανω̃ν |
11 μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμα̃ς καὶ διώξωσιν καὶ εἴπωσιν πα̃ν πονηρòν καθ' ὑμω̃ν ψευδόμενοι ἕνεκεν ἐμου̃ |
12 χαίρετε καὶ ἀγαλλια̃σθε ὅτι ὁ μισθòς ὑμω̃ν πολὺς ἐν τοι̃ς οὐρανοι̃ς οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρò ὑμω̃ν |
13 ὑμει̃ς ἐστε τò ἅλας τη̃ς γη̃ς ἐὰν δὲ τò ἅλας μωρανθη̨̃ ἐν τίνι ἁλισθήσεται εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθὲν ἔξω καταπατει̃σθαι ὑπò τω̃ν ἀνθρώπων |
14 ὑμει̃ς ἐστε τò φω̃ς του̃ κόσμου οὐ δύναται πόλις κρυβη̃ναι ἐπάνω ὄρους κειμένη |
15 οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτòν ὑπò τòν μόδιον ἀλλ' ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πα̃σιν τοι̃ς ἐν τη̨̃ οἰκία̨ |
16 οὕτως λαμψάτω τò φω̃ς ὑμω̃ν ἔμπροσθεν τω̃ν ἀνθρώπων ὅπως ἴδωσιν ὑμω̃ν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τòν πατέρα ὑμω̃ν τòν ἐν τοι̃ς οὐρανοι̃ς |
17 μὴ νομίσητε ὅτι ἠ̃λθον καταλυ̃σαι τòν νόμον ἢ τοὺς προφήτας οὐκ ἠ̃λθον καταλυ̃σαι ἀλλὰ πληρω̃σαι |
18 ἀμὴν γὰρ λέγω ὑμι̃ν ἕως ἂν παρέλθη̨ ὁ οὐρανòς καὶ ἡ γη̃ ἰω̃τα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθη̨ ἀπò του̃ νόμου ἕως ἂν πάντα γένηται |
19 ὃς ἐὰν οὐ̃ν λύση̨ μίαν τω̃ν ἐντολω̃ν τούτων τω̃ν ἐλαχίστων καὶ διδάξη̨ οὕτως τοὺς ἀνθρώπους ἐλάχιστος κληθήσεται ἐν τη̨̃ βασιλεία̨ τω̃ν οὐρανω̃ν ὃς δ' ἂν ποιήση̨ καὶ διδάξη̨ οὑ̃τος μέγας κληθήσεται ἐν τη̨̃ βασιλεία̨ τω̃ν οὐρανω̃ν |
20 λέγω γὰρ ὑμι̃ν ὅτι ἐὰν μὴ περισσεύση̨ ὑμω̃ν ἡ δικαιοσύνη πλει̃ον τω̃ν γραμματέων καὶ Φαρισαίων οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τω̃ν οὐρανω̃ν |
21 ἠκούσατε ὅτι ἐρρέθη τοι̃ς ἀρχαίοις οὐ φονεύσεις ὃς δ' ἂν φονεύση̨ ἔνοχος ἔσται τη̨̃ κρίσει |
22 ἐγὼ δὲ λέγω ὑμι̃ν ὅτι πα̃ς ὁ ὀργιζόμενος τω̨̃ ἀδελφω̨̃ αὐτου̃ ἔνοχος ἔσται τη̨̃ κρίσει ὃς δ' ἂν εἴπη̨ τω̨̃ ἀδελφω̨̃ αὐτου̃ ῥακά ἔνοχος ἔσται τω̨̃ συνεδρίω̨ ὃς δ' ἂν εἴπη̨ μωρέ ἔνοχος ἔσται εἰς τὴν γέενναν του̃ πυρός |
23 ἐὰν οὐ̃ν προσφέρη̨ς τò δω̃ρόν σου ἐπὶ τò θυσιαστήριον κἀκει̃ μνησθη̨̃ς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σου̃ |
24 ἄφες ἐκει̃ τò δω̃ρόν σου ἔμπροσθεν του̃ θυσιαστηρίου καὶ ὕπαγε πρω̃τον διαλλάγηθι τω̨̃ ἀδελφω̨̃ σου καὶ τότε ἐλθὼν πρόσφερε τò δω̃ρόν σου |
25 ἴσθι εὐνοω̃ν τω̨̃ ἀντιδίκω̨ σου ταχὺ ἕως ὅτου εἰ̃ μετ' αὐτου̃ ἐν τη̨̃ ὁδω̨̃ μήποτέ σε παραδω̨̃ ὁ ἀντίδικος τω̨̃ κριτη̨̃ καὶ ὁ κριτὴς τω̨̃ ὑπηρέτη̨ καὶ εἰς φυλακὴν βληθήση̨ |
26 ἀμὴν λέγω σοι οὐ μὴ ἐξέλθη̨ς ἐκει̃θεν ἕως ἂν ἀποδω̨̃ς τòν ἔσχατον κοδράντην |
27 ἠκούσατε ὅτι ἐρρέθη οὐ μοιχεύσεις |
28 ἐγὼ δὲ λέγω ὑμι̃ν ὅτι πα̃ς ὁ βλέπων γυναι̃κα πρòς τò ἐπιθυμη̃σαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τη̨̃ καρδία̨ αὐτου̃ |
29 εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιòς σκανδαλίζει σε ἔξελε αὐτòν καὶ βάλε ἀπò σου̃ συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τω̃ν μελω̃ν σου καὶ μὴ ὅλον τò σω̃μά σου βληθη̨̃ εἰς γέενναν |
30 καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε ἔκκοψον αὐτὴν καὶ βάλε ἀπò σου̃ συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τω̃ν μελω̃ν σου καὶ μὴ ὅλον τò σω̃μά σου εἰς γέενναν ἀπέλθη̨ |