1 σὺ τὴν σοφίαν κηρύξεις ἵνα φρόνησίς σοι ὑπακούση̨ |
2 ἐπὶ γὰρ τω̃ν ὑψηλω̃ν ἄκρων ἐστίν ἀνὰ μέσον δὲ τω̃ν τρίβων ἕστηκεν |
3 παρὰ γὰρ πύλαις δυναστω̃ν παρεδρεύει ἐν δὲ εἰσόδοις ὑμνει̃ται |
4 ὑμα̃ς ὠ̃ ἄνθρωποι παρακαλω̃ καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοι̃ς ἀνθρώπων |
5 νοήσατε ἄκακοι πανουργίαν οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν |
6 εἰσακούσατέ μου σεμνὰ γὰρ ἐρω̃ καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά |
7 ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου ἐβδελυγμένα δὲ ἐναντίον ἐμου̃ χείλη ψευδη̃ |
8 μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα του̃ στόματός μου οὐδὲν ἐν αὐτοι̃ς σκολιὸν οὐδὲ στραγγαλω̃δες |
9 πάντα ἐνώπια τοι̃ς συνιου̃σιν καὶ ὀρθὰ τοι̃ς εὑρίσκουσι γνω̃σιν |
10 λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνω̃σιν ὑπὲρ χρυσίον δεδοκιμασμένον ἀνθαιρει̃σθε δὲ αἴσθησιν χρυσίου καθαρου̃ |
11 κρείσσων γὰρ σοφία λίθων πολυτελω̃ν πα̃ν δὲ τίμιον οὐκ ἄξιον αὐτη̃ς ἐστιν |
12 ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν καὶ γνω̃σιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην |
13 φόβος κυρίου μισει̃ ἀδικίαν ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρω̃ν μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακω̃ν |
14 ἐμὴ βουλὴ καὶ ἀσφάλεια ἐμὴ φρόνησις ἐμὴ δὲ ἰσχύς |
15 δι' ἐμου̃ βασιλει̃ς βασιλεύουσιν καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην |
16 δι' ἐμου̃ μεγιστα̃νες μεγαλύνονται καὶ τύραννοι δι' ἐμου̃ κρατου̃σι γη̃ς |
17 ἐγὼ τοὺς ἐμὲ φιλου̃ντας ἀγαπω̃ οἱ δὲ ἐμὲ ζητου̃ντες εὑρήσουσιν |
18 πλου̃τος καὶ δόξα ἐμοὶ ὑπάρχει καὶ κτη̃σις πολλω̃ν καὶ δικαιοσύνη |
19 βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον τὰ δὲ ἐμὰ γενήματα κρείσσω ἀργυρίου ἐκλεκτου̃ |
20 ἐν ὁδοι̃ς δικαιοσύνης περιπατω̃ καὶ ἀνὰ μέσον τρίβων δικαιώματος ἀναστρέφομαι |
21 ἵνα μερίσω τοι̃ς ἐμὲ ἀγαπω̃σιν ὕπαρξιν καὶ τοὺς θησαυροὺς αὐτω̃ν ἐμπλήσω ἀγαθω̃ν |
22 κύριος ἔκτισέν με ἀρχὴν ὁδω̃ν αὐτου̃ εἰς ἔργα αὐτου̃ |
23 πρὸ του̃ αἰω̃νος ἐθεμελίωσέν με ἐν ἀρχη̨̃ |
24 πρὸ του̃ τὴν γη̃ν ποιη̃σαι καὶ πρὸ του̃ τὰς ἀβύσσους ποιη̃σαι πρὸ του̃ προελθει̃ν τὰς πηγὰς τω̃ν ὑδάτων |
25 πρὸ του̃ ὄρη ἑδρασθη̃ναι πρὸ δὲ πάντων βουνω̃ν γεννα̨̃ με |
26 κύριος ἐποίησεν χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκούμενα τη̃ς ὑπ' οὐρανόν |
27 ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν συμπαρήμην αὐτω̨̃ καὶ ὅτε ἀφώριζεν τὸν ἑαυτου̃ θρόνον ἐπ' ἀνέμων |
28 ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη καὶ ὡς ἀσφαλει̃ς ἐτίθει πηγὰς τη̃ς ὑπ' οὐρανὸν |
29 καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τη̃ς γη̃ς |
30 ἤμην παρ' αὐτω̨̃ ἁρμόζουσα ἐγὼ ἤμην ἡ̨̃ προσέχαιρεν καθ' ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπω̨ αὐτου̃ ἐν παντὶ καιρω̨̃ |
31 ὅτε εὐφραίνετο τὴν οἰκουμένην συντελέσας καὶ ἐνευφραίνετο ἐν υἱοι̃ς ἀνθρώπων |
32 νυ̃ν οὐ̃ν υἱέ ἄκουέ μου |
|
34 μακάριος ἀνήρ ὃς εἰσακούσεταί μου καὶ ἄνθρωπος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει ἀγρυπνω̃ν ἐπ' ἐμαι̃ς θύραις καθ' ἡμέραν τηρω̃ν σταθμοὺς ἐμω̃ν εἰσόδων |
35 αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωη̃ς καὶ ἑτοιμάζεται θέλησις παρὰ κυρίου |
36 οἱ δὲ εἰς ἐμὲ ἁμαρτάνοντες ἀσεβου̃σιν τὰς ἑαυτω̃ν ψυχάς καὶ οἱ μισου̃ντές με ἀγαπω̃σιν θάνατον |