Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Β, κεφαλίς 7

καὶ ἐγένετο ὅτε ἐκάθισεν ὁ βασιλεὺς ἐν τω̨̃ οἴκω̨ αὐτου̃ καὶ κύριος κατεκληρονόμησεν αὐτὸν κύκλω̨ ἀπὸ πάντων τω̃ν ἐχθρω̃ν αὐτου̃ τω̃ν κύκλω̨
καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Ναθαν τὸν προφήτην ἰδοὺ δὴ ἐγὼ κατοικω̃ ἐν οἴκω̨ κεδρίνω̨ καὶ ἡ κιβωτὸς του̃ θεου̃ κάθηται ἐν μέσω̨ τη̃ς σκηνη̃ς
καὶ εἰ̃πεν Ναθαν πρὸς τὸν βασιλέα πάντα ὅσα ἂν ἐν τη̨̃ καρδία̨ σου βάδιζε καὶ ποίει ὅτι κύριος μετὰ σου̃
καὶ ἐγένετο τη̨̃ νυκτὶ ἐκείνη̨ καὶ ἐγένετο ῥη̃μα κυρίου πρὸς Ναθαν λέγων
πορεύου καὶ εἰπὸν πρὸς τὸν δου̃λόν μου Δαυιδ τάδε λέγει κύριος οὐ σὺ οἰκοδομήσεις μοι οἰ̃κον του̃ κατοικη̃σαί με
ὅτι οὐ κατώ̨κηκα ἐν οἴκω̨ ἀφ' ἡ̃ς ἡμέρας ἀνήγαγον ἐξ Αἰγύπτου τοὺς υἱοὺς Ισραηλ ἕως τη̃ς ἡμέρας ταύτης καὶ ἤμην ἐμπεριπατω̃ν ἐν καταλύματι καὶ ἐν σκηνη̨̃
ἐν πα̃σιν οἱ̃ς διη̃λθον ἐν παντὶ Ισραηλ εἰ λαλω̃ν ἐλάλησα πρὸς μίαν φυλὴν του̃ Ισραηλ ὡ̨̃ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου Ισραηλ λέγων τί ὅτι οὐκ ὠ̨κοδομήκατέ μοι οἰ̃κον κέδρινον
καὶ νυ̃ν τάδε ἐρει̃ς τω̨̃ δούλω̨ μου Δαυιδ τάδε λέγει κύριος παντοκράτωρ ἔλαβόν σε ἐκ τη̃ς μάνδρας τω̃ν προβάτων του̃ εἰ̃ναί σε εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ἐπὶ τὸν Ισραηλ
καὶ ἤμην μετὰ σου̃ ἐν πα̃σιν οἱ̃ς ἐπορεύου καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τω̃ν μεγάλων τω̃ν ἐπὶ τη̃ς γη̃ς
10 καὶ θήσομαι τόπον τω̨̃ λαω̨̃ μου τω̨̃ Ισραηλ καὶ καταφυτεύσω αὐτόν καὶ κατασκηνώσει καθ' ἑαυτὸν καὶ οὐ μεριμνήσει οὐκέτι καὶ οὐ προσθήσει υἱὸς ἀδικίας του̃ ταπεινω̃σαι αὐτὸν καθὼς ἀπ' ἀρχη̃ς
11 ἀπὸ τω̃ν ἡμερω̃ν ὡ̃ν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ισραηλ καὶ ἀναπαύσω σε ἀπὸ πάντων τω̃ν ἐχθρω̃ν σου καὶ ἀπαγγελει̃ σοι κύριος ὅτι οἰ̃κον οἰκοδομήσεις αὐτω̨̃
12 καὶ ἔσται ἐὰν πληρωθω̃σιν αἱ ἡμέραι σου καὶ κοιμηθήση̨ μετὰ τω̃ν πατέρων σου καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ ὃς ἔσται ἐκ τη̃ς κοιλίας σου καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτου̃
13 αὐτὸς οἰκοδομήσει μοι οἰ̃κον τω̨̃ ὀνόματί μου καὶ ἀνορθώσω τὸν θρόνον αὐτου̃ ἕως εἰς τὸν αἰω̃να
14 ἐγὼ ἔσομαι αὐτω̨̃ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν καὶ ἐὰν ἔλθη̨ ἡ ἀδικία αὐτου̃ καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδω̨ ἀνδρω̃ν καὶ ἐν ἁφαι̃ς υἱω̃ν ἀνθρώπων
15 τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ' αὐτου̃ καθὼς ἀπέστησα ἀφ' ὡ̃ν ἀπέστησα ἐκ προσώπου μου
16 καὶ πιστωθήσεται ὁ οἰ̃κος αὐτου̃ καὶ ἡ βασιλεία αὐτου̃ ἕως αἰω̃νος ἐνώπιον ἐμου̃ καὶ ὁ θρόνος αὐτου̃ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰω̃να
17 κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πα̃σαν τὴν ὅρασιν ταύτην οὕτως ἐλάλησεν Ναθαν πρὸς Δαυιδ
18 καὶ εἰση̃λθεν ὁ βασιλεὺς Δαυιδ καὶ ἐκάθισεν ἐνώπιον κυρίου καὶ εἰ̃πεν τίς εἰμι ἐγώ κύριέ μου κύριε καὶ τίς ὁ οἰ̃κός μου ὅτι ἠγάπηκάς με ἕως τούτων
19 καὶ κατεσμικρύνθη μικρὸν ἐνώπιόν σου κύριέ μου κύριε καὶ ἐλάλησας ὑπὲρ του̃ οἴκου του̃ δούλου σου εἰς μακράν οὑ̃τος δὲ ὁ νόμος του̃ ἀνθρώπου κύριέ μου κύριε
20 καὶ τί προσθήσει Δαυιδ ἔτι του̃ λαλη̃σαι πρὸς σέ καὶ νυ̃ν σὺ οἰ̃δας τὸν δου̃λόν σου κύριέ μου κύριε
21 διὰ τὸν λόγον σου πεποίηκας καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας πα̃σαν τὴν μεγαλωσύνην ταύτην γνωρίσαι τω̨̃ δούλω̨ σου
22 ἕνεκεν του̃ μεγαλυ̃ναί σε κύριέ μου κύριε ὅτι οὐκ ἔστιν ὡς σὺ καὶ οὐκ ἔστιν θεὸς πλὴν σου̃ ἐν πα̃σιν οἱ̃ς ἠκούσαμεν ἐν τοι̃ς ὠσὶν ἡμω̃ν
23 καὶ τίς ὡς ὁ λαός σου Ισραηλ ἔθνος ἄλλο ἐν τη̨̃ γη̨̃ ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς του̃ λυτρώσασθαι αὐτω̨̃ λαὸν του̃ θέσθαι σε ὄνομα του̃ ποιη̃σαι μεγαλωσύνην καὶ ἐπιφάνειαν του̃ ἐκβαλει̃ν σε ἐκ προσώπου του̃ λαου̃ σου οὑ̃ ἐλυτρώσω σεαυτω̨̃ ἐξ Αἰγύπτου ἔθνη καὶ σκηνώματα
24 καὶ ἡτοίμασας σεαυτω̨̃ τὸν λαόν σου Ισραηλ λαὸν ἕως αἰω̃νος καὶ σύ κύριε ἐγένου αὐτοι̃ς εἰς θεόν
25 καὶ νυ̃ν κύριέ μου κύριε τὸ ῥη̃μα ὃ ἐλάλησας περὶ του̃ δούλου σου καὶ του̃ οἴκου αὐτου̃ πίστωσον ἕως αἰω̃νος κύριε παντοκράτωρ θεὲ του̃ Ισραηλ καὶ νυ̃ν καθὼς ἐλάλησας
26 μεγαλυνθείη τὸ ὄνομά σου ἕως αἰω̃νος
27 κύριε παντοκράτωρ θεὸς Ισραηλ ἀπεκάλυψας τὸ ὠτίον του̃ δούλου σου λέγων οἰ̃κον οἰκοδομήσω σοι διὰ του̃το εὑ̃ρεν ὁ δου̃λός σου τὴν καρδίαν ἑαυτου̃ του̃ προσεύξασθαι πρὸς σὲ τὴν προσευχὴν ταύτην
28 καὶ νυ̃ν κύριέ μου κύριε σὺ εἰ̃ ὁ θεός καὶ οἱ λόγοι σου ἔσονται ἀληθινοί καὶ ἐλάλησας ὑπὲρ του̃ δούλου σου τὰ ἀγαθὰ ταυ̃τα
29 καὶ νυ̃ν ἄρξαι καὶ εὐλόγησον τὸν οἰ̃κον του̃ δούλου σου του̃ εἰ̃ναι εἰς τὸν αἰω̃να ἐνώπιόν σου ὅτι σὺ εἰ̃ κύριέ μου κύριε ἐλάλησας καὶ ἀπὸ τη̃ς εὐλογίας σου εὐλογηθήσεται ὁ οἰ̃κος του̃ δούλου σου εἰς τὸν αἰω̃να

ΒΑΣΙΛΕΙΩΝ Β, κεφαλίς 8

καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἐπάταξεν Δαυιδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς καὶ ἔλαβεν Δαυιδ τὴν ἀφωρισμένην ἐκ χειρὸς τω̃ν ἀλλοφύλων
καὶ ἐπάταξεν Δαυιδ τὴν Μωαβ καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις κοιμίσας αὐτοὺς ἐπὶ τὴν γη̃ν καὶ ἐγένετο τὰ δύο σχοινίσματα του̃ θανατω̃σαι καὶ τὰ δύο σχοινίσματα ἐζώγρησεν καὶ ἐγένετο Μωαβ τω̨̃ Δαυιδ εἰς δούλους φέροντας ξένια
καὶ ἐπάταξεν Δαυιδ τὸν Αδρααζαρ υἱὸν Ρααβ βασιλέα Σουβα πορευομένου αὐτου̃ ἐπιστη̃σαι τὴν χει̃ρα αὐτου̃ ἐπὶ τὸν ποταμὸν Εὐφράτην
καὶ προκατελάβετο Δαυιδ τω̃ν αὐτου̃ χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἱππέων καὶ εἴκοσι χιλιάδας ἀνδρω̃ν πεζω̃ν καὶ παρέλυσεν Δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτω̃ν ἑκατὸν ἅρματα
καὶ παραγίνεται Συρία Δαμασκου̃ βοηθη̃σαι τω̨̃ Αδρααζαρ βασιλει̃ Σουβα καὶ ἐπάταξεν Δαυιδ ἐν τω̨̃ Σύρω̨ εἴκοσι δύο χιλιάδας ἀνδρω̃ν
καὶ ἔθετο Δαυιδ φρουρὰν ἐν Συρία̨ τη̨̃ κατὰ Δαμασκόν καὶ ἐγένετο ὁ Σύρος τω̨̃ Δαυιδ εἰς δούλους φέροντας ξένια καὶ ἔσωσεν κύριος τὸν Δαυιδ ἐν πα̃σιν οἱ̃ς ἐπορεύετο
καὶ ἔλαβεν Δαυιδ τοὺς χλιδω̃νας τοὺς χρυσου̃ς οἳ ἠ̃σαν ἐπὶ τω̃ν παίδων τω̃ν Αδρααζαρ βασιλέως Σουβα καὶ ἤνεγκεν αὐτὰ εἰς Ιερουσαλημ καὶ ἔλαβεν αὐτὰ Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐν τω̨̃ ἀναβη̃ναι αὐτὸν εἰς Ιερουσαλημ ἐν ἡμέραις Ροβοαμ υἱου̃ Σολομω̃ντος
καὶ ἐκ τη̃ς Μασβακ ἐκ τω̃ν ἐκλεκτω̃ν πόλεων του̃ Αδρααζαρ ἔλαβεν ὁ βασιλεὺς Δαυιδ χαλκὸν πολὺν σφόδρα ἐν αὐτω̨̃ ἐποίησεν Σαλωμων τὴν θάλασσαν τὴν χαλκη̃ν καὶ τοὺς στύλους καὶ τοὺς λουτη̃ρας καὶ πάντα τὰ σκεύη
καὶ ἤκουσεν Θοου ὁ βασιλεὺς Ημαθ ὅτι ἐπάταξεν Δαυιδ πα̃σαν τὴν δύναμιν Αδρααζαρ
10 καὶ ἀπέστειλεν Θοου Ιεδδουραν τὸν υἱὸν αὐτου̃ πρὸς βασιλέα Δαυιδ ἐρωτη̃σαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογη̃σαι αὐτὸν ὑπὲρ οὑ̃ ἐπολέμησεν τὸν Αδρααζαρ καὶ ἐπάταξεν αὐτόν ὅτι ἀντικείμενος ἠ̃ν τω̨̃ Αδρααζαρ καὶ ἐν ται̃ς χερσὶν αὐτου̃ ἠ̃σαν σκεύη ἀργυρα̃ καὶ σκεύη χρυσα̃ καὶ σκεύη χαλκα̃
11 καὶ ταυ̃τα ἡγίασεν ὁ βασιλεὺς Δαυιδ τω̨̃ κυρίω̨ μετὰ του̃ ἀργυρίου καὶ μετὰ του̃ χρυσίου οὑ̃ ἡγίασεν ἐκ πασω̃ν τω̃ν πόλεων ὡ̃ν κατεδυνάστευσεν
12 ἐκ τη̃ς Ιδουμαίας καὶ ἐκ τη̃ς γη̃ς Μωαβ καὶ ἐκ τω̃ν υἱω̃ν Αμμων καὶ ἐκ τω̃ν ἀλλοφύλων καὶ ἐξ Αμαληκ καὶ ἐκ τω̃ν σκύλων Αδρααζαρ υἱου̃ Ρααβ βασιλέως Σουβα
13 καὶ ἐποίησεν Δαυιδ ὄνομα καὶ ἐν τω̨̃ ἀνακάμπτειν αὐτὸν ἐπάταξεν τὴν Ιδουμαίαν ἐν Γαιμελε εἰς ὀκτωκαίδεκα χιλιάδας
14 καὶ ἔθετο ἐν τη̨̃ Ιδουμαία̨ φρουράν ἐν πάση̨ τη̨̃ Ιδουμαία̨ καὶ ἐγένοντο πάντες οἱ Ιδουμαι̃οι δου̃λοι τω̨̃ βασιλει̃ καὶ ἔσωσεν κύριος τὸν Δαυιδ ἐν πα̃σιν οἱ̃ς ἐπορεύετο
15 καὶ ἐβασίλευσεν Δαυιδ ἐπὶ Ισραηλ καὶ ἠ̃ν Δαυιδ ποιω̃ν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτου̃
16 καὶ Ιωαβ υἱὸς Σαρουιας ἐπὶ τη̃ς στρατια̃ς καὶ Ιωσαφατ υἱὸς Αχια ἐπὶ τω̃ν ὑπομνημάτων
17 καὶ Σαδδουκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ ἱερει̃ς καὶ Ασα ὁ γραμματεύς
18 καὶ Βαναιας υἱὸς Ιωδαε σύμβουλος καὶ ὁ Χελεθθι καὶ ὁ Φελεττι καὶ υἱοὶ Δαυιδ αὐλάρχαι ἠ̃σαν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).