Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 40

εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ
μακάριος ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα ἐν ἡμέρα̨ πονηρα̨̃ ῥύσεται αὐτὸν ὁ κύριος
κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τη̨̃ γη̨̃ καὶ μὴ παραδώ̨η αὐτὸν εἰς χει̃ρας ἐχθρου̃ αὐτου̃
κύριος βοηθήσαι αὐτω̨̃ ἐπὶ κλίνης ὀδύνης αὐτου̃ ὅλην τὴν κοίτην αὐτου̃ ἔστρεψας ἐν τη̨̃ ἀρρωστία̨ αὐτου̃
ἐγὼ εἰ̃πα κύριε ἐλέησόν με ἴασαι τὴν ψυχήν μου ὅτι ἥμαρτόν σοι
οἱ ἐχθροί μου εἰ̃παν κακά μοι πότε ἀποθανει̃ται καὶ ἀπολει̃ται τὸ ὄνομα αὐτου̃
καὶ εἰ εἰσεπορεύετο του̃ ἰδει̃ν μάτην ἐλάλει ἡ καρδία αὐτου̃ συνήγαγεν ἀνομίαν ἑαυτω̨̃ ἐξεπορεύετο ἔξω καὶ ἐλάλει
ἐπὶ τὸ αὐτὸ κατ' ἐμου̃ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου κατ' ἐμου̃ ἐλογίζοντο κακά μοι
λόγον παράνομον κατέθεντο κατ' ἐμου̃ μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει του̃ ἀναστη̃ναι
10 καὶ γὰρ ὁ ἄνθρωπος τη̃ς εἰρήνης μου ἐφ' ὃν ἤλπισα ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν
11 σὺ δέ κύριε ἐλέησόν με καὶ ἀνάστησόν με καὶ ἀνταποδώσω αὐτοι̃ς
12 ἐν τούτω̨ ἔγνων ὅτι τεθέληκάς με ὅτι οὐ μὴ ἐπιχαρη̨̃ ὁ ἐχθρός μου ἐπ' ἐμέ
13 ἐμου̃ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰω̃να
14 εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ἀπὸ του̃ αἰω̃νος καὶ εἰς τὸν αἰω̃να γένοιτο γένοιτο

ΨΑΛΜΟΙ, ψαλμὀς 41

εἰς τὸ τέλος εἰς σύνεσιν τοι̃ς υἱοι̃ς Κορε
ὃν τρόπον ἐπιποθει̃ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τω̃ν ὑδάτων οὕτως ἐπιποθει̃ ἡ ψυχή μου πρὸς σέ ὁ θεός
ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ζω̃ντα πότε ἥξω καὶ ὀφθήσομαι τω̨̃ προσώπω̨ του̃ θεου̃
ἐγενήθη μοι τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτὸς ἐν τω̨̃ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν που̃ ἐστιν ὁ θεός σου
ταυ̃τα ἐμνήσθην καὶ ἐξέχεα ἐπ' ἐμὲ τὴν ψυχήν μου ὅτι διελεύσομαι ἐν τόπω̨ σκηνη̃ς θαυμαστη̃ς ἕως του̃ οἴκου του̃ θεου̃ ἐν φωνη̨̃ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος
ἵνα τί περίλυπος εἰ̃ ψυχή καὶ ἵνα τί συνταράσσεις με ἔλπισον ἐπὶ τὸν θεόν ὅτι ἐξομολογήσομαι αὐτω̨̃ σωτήριον του̃ προσώπου μου ὁ θεός μου
πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη διὰ του̃το μνησθήσομαί σου ἐκ γη̃ς Ιορδάνου καὶ Ερμωνιιμ ἀπὸ ὄρους μικρου̃
ἄβυσσος ἄβυσσον ἐπικαλει̃ται εἰς φωνὴν τω̃ν καταρρακτω̃ν σου πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διη̃λθον
ἡμέρας ἐντελει̃ται κύριος τὸ ἔλεος αὐτου̃ καὶ νυκτὸς ὠ̨δὴ παρ' ἐμοί προσευχὴ τω̨̃ θεω̨̃ τη̃ς ζωη̃ς μου
10 ἐρω̃ τω̨̃ θεω̨̃ ἀντιλήμπτωρ μου εἰ̃ διὰ τί μου ἐπελάθου ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τω̨̃ ἐκθλίβειν τὸν ἐχθρόν μου
11 ἐν τω̨̃ καταθλάσαι τὰ ὀστα̃ μου ὠνείδισάν με οἱ θλίβοντές με ἐν τω̨̃ λέγειν αὐτούς μοι καθ' ἑκάστην ἡμέραν που̃ ἐστιν ὁ θεός σου
12 ἵνα τί περίλυπος εἰ̃ ψυχή καὶ ἵνα τί συνταράσσεις με ἔλπισον ἐπὶ τὸν θεόν ὅτι ἐξομολογήσομαι αὐτω̨̃ ἡ σωτηρία του̃ προσώπου μου ὁ θεός μου

ΨΑΛΜΟΙ, ψαλμὀς 42

ψαλμὸς τω̨̃ Δαυιδ κρι̃νόν με ὁ θεός καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥυ̃σαί με
ὅτι σὺ εἰ̃ ὁ θεός κραταίωμά μου ἵνα τί ἀπώσω με καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τω̨̃ ἐκθλίβειν τὸν ἐχθρόν μου
ἐξαπόστειλον τὸ φω̃ς σου καὶ τὴν ἀλήθειάν σου αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου
καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον του̃ θεου̃ πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου ἐξομολογήσομαί σοι ἐν κιθάρα̨ ὁ θεὸς ὁ θεός μου
ἵνα τί περίλυπος εἰ̃ ψυχή καὶ ἵνα τί συνταράσσεις με ἔλπισον ἐπὶ τὸν θεόν ὅτι ἐξομολογήσομαι αὐτω̨̃ σωτήριον του̃ προσώπου μου ὁ θεός μου

ΨΑΛΜΟΙ, ψαλμὀς 43

εἰς τὸ τέλος τοι̃ς υἱοι̃ς Κορε εἰς σύνεσιν ψαλμός
ὁ θεός ἐν τοι̃ς ὠσὶν ἡμω̃ν ἠκούσαμεν οἱ πατέρες ἡμω̃ν ἀνήγγειλαν ἡμι̃ν ἔργον ὃ εἰργάσω ἐν ται̃ς ἡμέραις αὐτω̃ν ἐν ἡμέραις ἀρχαίαις
ἡ χείρ σου ἔθνη ἐξωλέθρευσεν καὶ κατεφύτευσας αὐτούς ἐκάκωσας λαοὺς καὶ ἐξέβαλες αὐτούς
οὐ γὰρ ἐν τη̨̃ ῥομφαία̨ αὐτω̃ν ἐκληρονόμησαν γη̃ν καὶ ὁ βραχίων αὐτω̃ν οὐκ ἔσωσεν αὐτούς ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς του̃ προσώπου σου ὅτι εὐδόκησας ἐν αὐτοι̃ς
σὺ εἰ̃ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ θεός μου ὁ ἐντελλόμενος τὰς σωτηρίας Ιακωβ
ἐν σοὶ τοὺς ἐχθροὺς ἡμω̃ν κερατιου̃μεν καὶ ἐν τω̨̃ ὀνόματί σου ἐξουθενώσομεν τοὺς ἐπανιστανομένους ἡμι̃ν
οὐ γὰρ ἐπὶ τω̨̃ τόξω̨ μου ἐλπιω̃ καὶ ἡ ῥομφαία μου οὐ σώσει με
ἔσωσας γὰρ ἡμα̃ς ἐκ τω̃ν θλιβόντων ἡμα̃ς καὶ τοὺς μισου̃ντας ἡμα̃ς κατή̨σχυνας
ἐν τω̨̃ θεω̨̃ ἐπαινεσθησόμεθα ὅλην τὴν ἡμέραν καὶ ἐν τω̨̃ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰω̃να διάψαλμα
10 νυνὶ δὲ ἀπώσω καὶ κατή̨σχυνας ἡμα̃ς καὶ οὐκ ἐξελεύση̨ ἐν ται̃ς δυνάμεσιν ἡμω̃ν
11 ἀπέστρεψας ἡμα̃ς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμω̃ν καὶ οἱ μισου̃ντες ἡμα̃ς διήρπαζον ἑαυτοι̃ς
12 ἔδωκας ἡμα̃ς ὡς πρόβατα βρώσεως καὶ ἐν τοι̃ς ἔθνεσιν διέσπειρας ἡμα̃ς
13 ἀπέδου τὸν λαόν σου ἄνευ τιμη̃ς καὶ οὐκ ἠ̃ν πλη̃θος ἐν τοι̃ς ἀλλάγμασιν αὐτω̃ν
14 ἔθου ἡμα̃ς ὄνειδος τοι̃ς γείτοσιν ἡμω̃ν μυκτηρισμὸν καὶ καταγέλωτα τοι̃ς κύκλω̨ ἡμω̃ν
15 ἔθου ἡμα̃ς εἰς παραβολὴν ἐν τοι̃ς ἔθνεσιν κίνησιν κεφαλη̃ς ἐν τοι̃ς λαοι̃ς
16 ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μού ἐστιν καὶ ἡ αἰσχύνη του̃ προσώπου μου ἐκάλυψέν με
17 ἀπὸ φωνη̃ς ὀνειδίζοντος καὶ παραλαλου̃ντος ἀπὸ προσώπου ἐχθρου̃ καὶ ἐκδιώκοντος
18 ταυ̃τα πάντα ἠ̃λθεν ἐφ' ἡμα̃ς καὶ οὐκ ἐπελαθόμεθά σου καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκη̨ σου
19 καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμω̃ν καὶ ἐξέκλινας τὰς τρίβους ἡμω̃ν ἀπὸ τη̃ς ὁδου̃ σου
20 ὅτι ἐταπείνωσας ἡμα̃ς ἐν τόπω̨ κακώσεως καὶ ἐπεκάλυψεν ἡμα̃ς σκιὰ θανάτου
21 εἰ ἐπελαθόμεθα του̃ ὀνόματος του̃ θεου̃ ἡμω̃ν καὶ εἰ διεπετάσαμεν χει̃ρας ἡμω̃ν πρὸς θεὸν ἀλλότριον
22 οὐχὶ ὁ θεὸς ἐκζητήσει ταυ̃τα αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τη̃ς καρδίας
23 ὅτι ἕνεκα σου̃ θανατούμεθα ὅλην τὴν ἡμέραν ἐλογίσθημεν ὡς πρόβατα σφαγη̃ς
24 ἐξεγέρθητι ἵνα τί ὑπνοι̃ς κύριε ἀνάστηθι καὶ μὴ ἀπώση̨ εἰς τέλος
25 ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις ἐπιλανθάνη̨ τη̃ς πτωχείας ἡμω̃ν καὶ τη̃ς θλίψεως ἡμω̃ν
26 ὅτι ἐταπεινώθη εἰς χου̃ν ἡ ψυχὴ ἡμω̃ν ἐκολλήθη εἰς γη̃ν ἡ γαστὴρ ἡμω̃ν
27 ἀνάστα κύριε βοήθησον ἡμι̃ν καὶ λύτρωσαι ἡμα̃ς ἕνεκεν του̃ ὀνόματός σου

ΨΑΛΜΟΙ, ψαλμὀς 44

εἰς τὸ τέλος ὑπὲρ τω̃ν ἀλλοιωθησομένων τοι̃ς υἱοι̃ς Κορε εἰς σύνεσιν ὠ̨δὴ ὑπὲρ του̃ ἀγαπητου̃
ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν λέγω ἐγὼ τὰ ἔργα μου τω̨̃ βασιλει̃ ἡ γλω̃σσά μου κάλαμος γραμματέως ὀξυγράφου
ὡραι̃ος κάλλει παρὰ τοὺς υἱοὺς τω̃ν ἀνθρώπων ἐξεχύθη χάρις ἐν χείλεσίν σου διὰ του̃το εὐλόγησέν σε ὁ θεὸς εἰς τὸν αἰω̃να
περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ τη̨̃ ὡραιότητί σου καὶ τω̨̃ κάλλει σου
καὶ ἔντεινον καὶ κατευοδου̃ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης καὶ ὁδηγήσει σε θαυμαστω̃ς ἡ δεξιά σου
τὰ βέλη σου ἠκονημένα δυνατέ λαοὶ ὑποκάτω σου πεσου̃νται ἐν καρδία̨ τω̃ν ἐχθρω̃ν του̃ βασιλέως
ὁ θρόνος σου ὁ θεός εἰς τὸν αἰω̃να του̃ αἰω̃νος ῥάβδος εὐθύτητος ἡ ῥάβδος τη̃ς βασιλείας σου
ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν διὰ του̃το ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου
σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τω̃ν ἱματίων σου ἀπὸ βάρεων ἐλεφαντίνων ἐξ ὡ̃ν ηὔφρανάν σε
10 θυγατέρες βασιλέων ἐν τη̨̃ τιμη̨̃ σου παρέστη ἡ βασίλισσα ἐκ δεξιω̃ν σου ἐν ἱματισμω̨̃ διαχρύσω̨ περιβεβλημένη πεποικιλμένη
11 ἄκουσον θύγατερ καὶ ἰδὲ καὶ κλι̃νον τὸ οὐ̃ς σου καὶ ἐπιλάθου του̃ λαου̃ σου καὶ του̃ οἴκου του̃ πατρός σου
12 ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς του̃ κάλλους σου ὅτι αὐτός ἐστιν ὁ κύριός σου
13 καὶ προσκυνήσουσιν αὐτω̨̃ θυγατέρες Τύρου ἐν δώροις τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι του̃ λαου̃
14 πα̃σα ἡ δόξα αὐτη̃ς θυγατρὸς βασιλέως ἔσωθεν ἐν κροσσωτοι̃ς χρυσοι̃ς περιβεβλημένη πεποικιλμένη
15 ἀπενεχθήσονται τω̨̃ βασιλει̃ παρθένοι ὀπίσω αὐτη̃ς αἱ πλησίον αὐτη̃ς ἀπενεχθήσονταί σοι
16 ἀπενεχθήσονται ἐν εὐφροσύνη̨ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως
17 ἀντὶ τω̃ν πατέρων σου ἐγενήθησάν σοι υἱοί καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πα̃σαν τὴν γη̃ν
18 μνησθήσονται του̃ ὀνόματός σου ἐν πάση̨ γενεα̨̃ καὶ γενεα̨̃ διὰ του̃το λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος
Читать далее:ΨΑΛΜΟΙ, ψαλμὀς 45
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).