Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)
Поделиться

ΕΣΔΡΑΣ, κεφαλίς 21

καὶ ἐκάθισαν οἱ ἄρχοντες του̃ λαου̃ ἐν Ιερουσαλημ καὶ οἱ κατάλοιποι του̃ λαου̃ ἐβάλοσαν κλήρους ἐνέγκαι ἕνα ἀπὸ τω̃ν δέκα καθίσαι ἐν Ιερουσαλημ πόλει τη̨̃ ἁγία̨ καὶ ἐννέα μέρη ἐν ται̃ς πόλεσιν
καὶ εὐλόγησεν ὁ λαὸς τοὺς πάντας ἄνδρας τοὺς ἑκουσιαζομένους καθίσαι ἐν Ιερουσαλημ
καὶ οὑ̃τοι οἱ ἄρχοντες τη̃ς χώρας οἳ ἐκάθισαν ἐν Ιερουσαλημ καὶ ἐν πόλεσιν Ιουδα ἐκάθισαν ἀνὴρ ἐν κατασχέσει αὐτου̃ ἐν πόλεσιν αὐτω̃ν Ισραηλ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ οἱ ναθιναι̃οι καὶ οἱ υἱοὶ δούλων Σαλωμων
καὶ ἐν Ιερουσαλημ ἐκάθισαν ἀπὸ υἱω̃ν Ιουδα καὶ ἀπὸ υἱω̃ν Βενιαμιν ἀπὸ υἱω̃ν Ιουδα Αθαια υἱὸς Αζαια υἱὸς Ζαχαρια υἱὸς Αμαρια υἱὸς Σαφατια υἱὸς Μαλεληλ καὶ ἀπὸ υἱω̃ν Φαρες
καὶ Μαασια υἱὸς Βαρουχ υἱὸς Χαλαζα υἱὸς Οζια υἱὸς Αδαια υἱὸς Ιωριβ υἱὸς Θηζια υἱὸς του̃ Σηλωνι
πάντες υἱοὶ Φαρες οἱ καθήμενοι ἐν Ιερουσαλημ τετρακόσιοι ἑξήκοντα ὀκτὼ ἄνδρες δυνάμεως
καὶ οὑ̃τοι υἱοὶ Βενιαμιν Σηλω υἱὸς Μεσουλαμ υἱὸς Ιωαδ υἱὸς Φαδαια υἱὸς Κωλια υἱὸς Μασαια υἱὸς Αιθιηλ υἱὸς Ιεσια
καὶ ὀπίσω αὐτου̃ Γηβι Σηλι ἐννακόσιοι εἴκοσι ὀκτώ
καὶ Ιωηλ υἱὸς Ζεχρι ἐπίσκοπος ἐπ' αὐτούς καὶ Ιουδας υἱὸς Ασανα ἐπὶ τη̃ς πόλεως δεύτερος
10 ἀπὸ τω̃ν ἱερέων καὶ Ιαδια υἱὸς Ιωριβ Ιαχιν
11 Σαραια υἱὸς Ελκια υἱὸς Μεσουλαμ υἱὸς Σαδδουκ υἱὸς Μαριωθ υἱὸς Αϊτωβ ἀπέναντι οἴκου του̃ θεου̃
12 καὶ ἀδελφοὶ αὐτω̃ν ποιου̃ντες τὸ ἔργον του̃ οἴκου Αμασι υἱὸς Ζαχαρια υἱὸς Φασσουρ υἱὸς Μελχια
13 ἄρχοντες πατριω̃ν διακόσιοι τεσσαράκοντα δύο καὶ Αμεσσαι υἱὸς Εσδριηλ
14 καὶ ἀδελφοὶ αὐτου̃ δυνατοὶ παρατάξεως ἑκατὸν εἴκοσι ὀκτώ καὶ ἐπίσκοπος ἐπ' αὐτω̃ν Βαδιηλ
15 καὶ ἀπὸ τω̃ν Λευιτω̃ν Σαμαια υἱὸς Ασουβ υἱὸς Εζρι
16 ...
17 καὶ Μαθανια υἱὸς Μιχα καὶ Ωβηδ υἱὸς Σαμουι
18 διακόσιοι ὀγδοήκοντα τέσσαρες
19 καὶ οἱ πυλωροὶ Ακουβ Τελαμιν καὶ οἱ ἀδελφοὶ αὐτω̃ν ἑκατὸν ἑβδομήκοντα δύο
20 ...
21 ...
22 καὶ ἐπίσκοπος Λευιτω̃ν υἱὸς Βανι Οζι υἱὸς Ασαβια υἱὸς Μιχα ἀπὸ υἱω̃ν Ασαφ τω̃ν ἀ̨δόντων ἀπέναντι ἔργου οἴκου του̃ θεου̃
23 ὅτι ἐντολὴ του̃ βασιλέως ἐπ' αὐτούς
24 καὶ Παθαια υἱὸς Βασηζα πρὸς χει̃ρα του̃ βασιλέως εἰς πα̃ν ῥη̃μα τω̨̃ λαω̨̃
25 καὶ πρὸς τὰς ἐπαύλεις ἐν ἀγρω̨̃ αὐτω̃ν καὶ ἀπὸ υἱω̃ν Ιουδα ἐκάθισαν ἐν Καριαθαρβοκ
26 καὶ ἐν Ιησου
27 καὶ ἐν Βεηρσαβεε
28 ...
29 ...
30 καὶ ἐπαύλεις αὐτω̃ν Λαχις καὶ ἀγροὶ αὐτη̃ς καὶ παρενεβάλοσαν ἐν Βεηρσαβεε
31 καὶ οἱ υἱοὶ Βενιαμιν ἀπὸ Γαβα Μαχαμας
32 ...
33 ...
34 ...
35 ...
36 καὶ ἀπὸ τω̃ν Λευιτω̃ν μερίδες Ιουδα τω̨̃ Βενιαμιν

ΕΣΔΡΑΣ, κεφαλίς 22

καὶ οὑ̃τοι οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται οἱ ἀναβαίνοντες μετὰ Ζοροβαβελ υἱου̃ Σαλαθιηλ καὶ 'Ιησου̃ Σαραια Ιερμια Εσδρα
Αμαρια Μαλουχ
Σεχενια
...
...
...
οὑ̃τοι ἄρχοντες τω̃ν ἱερέων καὶ ἀδελφοὶ αὐτω̃ν ἐν ἡμέραις 'Ιησου̃
καὶ οἱ Λευι̃ται Ιησου Βανουι Καδμιηλ Σαραβια Ιουδα Μαχανια ἐπὶ τω̃ν χειρω̃ν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτου̃
εἰς τὰς ἐφημερίας
10 καὶ 'Ιησου̃ς ἐγέννησεν τὸν Ιωακιμ καὶ Ιωακιμ ἐγέννησεν τὸν Ελιασιβ καὶ Ελιασιβ τὸν Ιωδαε
11 καὶ Ιωδαε ἐγέννησεν τὸν Ιωναθαν καὶ Ιωναθαν ἐγέννησεν τὸν Ιαδου
12 καὶ ἐν ἡμέραις Ιωακιμ ἀδελφοὶ αὐτου̃ οἱ ἱερει̃ς καὶ οἱ ἄρχοντες τω̃ν πατριω̃ν τω̨̃ Σαραια Μαραια τω̨̃ Ιερμια Ανανια
13 τω̨̃ Εσδρα Μεσουλαμ τω̨̃ Αμαρια Ιωαναν
14 τω̨̃ Μαλουχ Ιωναθαν τω̨̃ Σεχενια Ιωσηφ
15 τω̨̃ Αρεμ Αδνας τω̨̃ Μαριωθ Ελκαι
16 τω̨̃ Αδδαι Ζαχαριας τω̨̃ Γαναθων Μοσολλαμ
17 τω̨̃ Αβια Ζεχρι τω̨̃ Βενιαμιν ἐν καιροι̃ς τω̨̃ Φελητι
18 τω̨̃ Βαλγα Σαμουε τω̨̃ Σεμεια Ιωναθαν
19 τω̨̃ Ιωιαριβ Μαθθαναι τω̨̃ Ιδια Οζι
20 τω̨̃ Σαλλαι Καλλαι τω̨̃ Αμουκ Αβεδ
21 τω̨̃ Ελκια Ασαβιας τω̨̃ Ιεδεϊου Ναθαναηλ
22 οἱ Λευι̃ται ἐν ἡμέραις Ελιασιβ Ιωαδα καὶ Ιωαναν καὶ Ιδουα γεγραμμένοι ἄρχοντες πατριω̃ν καὶ οἱ ἱερει̃ς ἐν βασιλεία̨ Δαρείου του̃ Πέρσου
23 υἱοὶ Λευι ἄρχοντες τω̃ν πατριω̃ν γεγραμμένοι ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν καὶ ἕως ἡμερω̃ν Ιωαναν υἱου̃ Ελισουβ
24 καὶ ἄρχοντες τω̃ν Λευιτω̃ν Ασαβια καὶ Σαραβια καὶ Ιησου καὶ υἱοὶ Καδμιηλ καὶ οἱ ἀδελφοὶ αὐτω̃ν κατεναντίον αὐτω̃ν εἰς ὑμνει̃ν καὶ αἰνει̃ν ἐν ἐντολη̨̃ Δαυιδ ἀνθρώπου του̃ θεου̃ ἐφημερία πρὸς ἐφημερίαν
25 ἐν τω̨̃ συναγαγει̃ν με τοὺς πυλωροὺς
26 ἐν ἡμέραις Ιωακιμ υἱου̃ 'Ιησου̃ υἱου̃ Ιωσεδεκ καὶ ἐν ἡμέραις Νεεμια καὶ Εσδρας ὁ ἱερεὺς ὁ γραμματεύς
27 καὶ ἐν ἐγκαινίοις τείχους Ιερουσαλημ ἐζήτησαν τοὺς Λευίτας ἐν τοι̃ς τόποις αὐτω̃ν του̃ ἐνέγκαι αὐτοὺς εἰς Ιερουσαλημ ποιη̃σαι ἐγκαίνια καὶ εὐφροσύνην ἐν θωδαθα καὶ ἐν ὠ̨δαι̃ς κυμβαλίζοντες καὶ ψαλτήρια καὶ κινύραι
28 καὶ συνήχθησαν οἱ υἱοὶ τω̃ν ἀ̨δόντων καὶ ἀπὸ τη̃ς περιχώρου κυκλόθεν εἰς Ιερουσαλημ καὶ ἀπὸ ἐπαύλεων
29 καὶ ἀπὸ ἀγρω̃ν ὅτι ἐπαύλεις ὠ̨κοδόμησαν ἑαυτοι̃ς οἱ ἄ̨δοντες ἐν Ιερουσαλημ
30 καὶ ἐκαθαρίσθησαν οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τει̃χος
31 καὶ ἀνήνεγκα τοὺς ἄρχοντας Ιουδα ἐπάνω του̃ τείχους καὶ ἔστησα δύο περὶ αἰνέσεως μεγάλους καὶ διη̃λθον ἐκ δεξιω̃ν ἐπάνω του̃ τείχους τη̃ς κοπρίας
32 καὶ ἐπορεύθη ὀπίσω αὐτω̃ν Ωσαια καὶ ἥμισυ ἀρχόντων Ιουδα
33 καὶ Αζαριας Εσδρας καὶ Μεσουλαμ
34 Ιουδα καὶ Βενιαμιν καὶ Σαμαια καὶ Ιερμια
35 καὶ ἀπὸ υἱω̃ν τω̃ν ἱερέων ἐν σάλπιγξιν Ζαχαριας υἱὸς Ιωναθαν υἱὸς Σαμαια υἱὸς Μαθανια υἱὸς Μιχαια υἱὸς Ζακχουρ υἱὸς Ασαφ
36 καὶ ἀδελφοὶ αὐτου̃ Σαμαια καὶ Οζιηλ αἰνει̃ν ἐν ὠ̨δαι̃ς Δαυιδ ἀνθρώπου του̃ θεου̃ καὶ Εσδρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτω̃ν
37 ἐπὶ πύλης του̃ αιν κατέναντι αὐτω̃ν ἀνέβησαν ἐπὶ κλίμακας πόλεως Δαυιδ ἐν ἀναβάσει του̃ τείχους ἐπάνωθεν του̃ οἴκου Δαυιδ καὶ ἕως πύλης του̃ ὕδατος κατὰ ἀνατολάς
38 καὶ περὶ αἰνέσεως ἡ δευτέρα ἐπορεύετο συναντω̃σα αὐτοι̃ς καὶ ἐγὼ ὀπίσω αὐτη̃ς καὶ τὸ ἥμισυ του̃ λαου̃ ἐπάνω του̃ τείχους ὑπεράνω του̃ πύργου τω̃ν θεννουριμ καὶ ἕως του̃ τείχους του̃ πλατέος
39 καὶ ὑπεράνω τη̃ς πύλης Εφραιμ καὶ ἐπὶ πύλην τη̃ς ισανα καὶ ἐπὶ πύλην τὴν ἰχθυηρὰν καὶ πύργω̨ Ανανεηλ καὶ ἕως πύλης τη̃ς προβατικη̃ς καὶ ἔστησαν ἐν πύλη̨ τη̃ς φυλακη̃ς
40 καὶ ἔστησαν αἱ δύο τη̃ς αἰνέσεως ἐν οἴκω̨ του̃ θεου̃ καὶ ἐγὼ καὶ τὸ ἥμισυ τω̃ν στρατηγω̃ν μετ' ἐμου̃
41 καὶ οἱ ἱερει̃ς Ελιακιμ Μαασιας Βενιαμιν Μιχαιας Ελιωηναι Ζαχαριας Ανανιας ἐν σάλπιγξιν
42 καὶ Μαασιας καὶ Σεμειας καὶ Ελεαζαρ καὶ Οζι καὶ Ιωαναν καὶ Μελχιας καὶ Αιλαμ καὶ Εζουρ καὶ ἠκούσθησαν οἱ ἄ̨δοντες καὶ ἐπεσκέπησαν
43 καὶ ἔθυσαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ θυσιάσματα μεγάλα καὶ ηὐφράνθησαν ὅτι ὁ θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως καὶ αἱ γυναι̃κες αὐτω̃ν καὶ τὰ τέκνα αὐτω̃ν ηὐφράνθησαν καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν Ιερουσαλημ ἀπὸ μακρόθεν
44 καὶ κατέστησαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἄνδρας ἐπὶ τω̃ν γαζοφυλακίων τοι̃ς θησαυροι̃ς ται̃ς ἀπαρχαι̃ς καὶ ται̃ς δεκάταις καὶ τοι̃ς συνηγμένοις ἐν αὐτοι̃ς ἄρχουσιν τω̃ν πόλεων μερίδας τοι̃ς ἱερευ̃σι καὶ τοι̃ς Λευίταις ὅτι εὐφροσύνη ἠ̃ν ἐν Ιουδα ἐπὶ τοὺς ἱερει̃ς καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστω̃τας
45 καὶ ἐφύλαξαν φυλακὰς θεου̃ αὐτω̃ν καὶ φυλακὰς του̃ καθαρισμου̃ καὶ τοὺς ἄ̨δοντας καὶ τοὺς πυλωροὺς ὡς ἐντολαὶ Δαυιδ καὶ Σαλωμων υἱου̃ αὐτου̃
46 ὅτι ἐν ἡμέραις Δαυιδ Ασαφ ἀπ' ἀρχη̃ς πρω̃τος τω̃ν ἀ̨δόντων καὶ ὕμνον καὶ αἴνεσιν τω̨̃ θεω̨̃
47 καὶ πα̃ς Ισραηλ ἐν ἡμέραις Ζοροβαβελ διδόντες μερίδας τω̃ν ἀ̨δόντων καὶ τω̃ν πυλωρω̃ν λόγον ἡμέρας ἐν ἡμέρα̨ αὐτου̃ καὶ ἁγιάζοντες τοι̃ς Λευίταις καὶ οἱ Λευι̃ται ἁγιάζοντες τοι̃ς υἱοι̃ς Ααρων

ΕΣΔΡΑΣ, κεφαλίς 23,  στἰχοι 1-3

ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀνεγνώσθη ἐν βιβλίω̨ Μωυση̃ ἐν ὠσὶν του̃ λαου̃ καὶ εὑρέθη γεγραμμένον ἐν αὐτω̨̃ ὅπως μὴ εἰσέλθωσιν Αμμανι̃ται καὶ Μωαβι̃ται ἐν ἐκκλησία̨ θεου̃ ἕως αἰω̃νος
ὅτι οὐ συνήντησαν τοι̃ς υἱοι̃ς Ισραηλ ἐν ἄρτω̨ καὶ ἐν ὕδατι καὶ ἐμισθώσαντο ἐπ' αὐτὸν τὸν Βαλααμ καταράσασθαι καὶ ἔστρεψεν ὁ θεὸς ἡμω̃ν τὴν κατάραν εἰς εὐλογίαν
καὶ ἐγένετο ὡς ἤκουσαν τὸν νόμον καὶ ἐχωρίσθησαν πα̃ς ἐπίμικτος ἐν Ισραηλ
Читать далее:ΕΣΔΡΑΣ, κεφαλίς 23
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).