1 ἰδοὺ ταυ̃τα ἑώρακέν μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέν μου τὸ οὐ̃ς |
2 καὶ οἰ̃δα ὅσα καὶ ὑμει̃ς ἐπίστασθε καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμω̃ν |
3 οὐ μὴν δὲ ἀλλ' ἐγὼ πρὸς κύριον λαλήσω ἐλέγξω δὲ ἐναντίον αὐτου̃ ἐὰν βούληται |
4 ὑμει̃ς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακω̃ν πάντες |
5 εἴη δὲ ὑμι̃ν κωφευ̃σαι καὶ ἀποβήσεται ὑμι̃ν εἰς σοφίαν |
6 ἀκούσατε ἔλεγχον στόματός μου κρίσιν δὲ χειλέων μου προσέχετε |
7 πότερον οὐκ ἔναντι κυρίου λαλει̃τε ἔναντι δὲ αὐτου̃ φθέγγεσθε δόλον |
8 ἠ̃ ὑποστελει̃σθε ὑμει̃ς δὲ αὐτοὶ κριταὶ γένεσθε |
9 καλόν γε ἐὰν ἐξιχνιάση̨ ὑμα̃ς εἰ γὰρ τὰ πάντα ποιου̃ντες προστεθήσεσθε αὐτω̨̃ |
10 οὐθὲν ἡ̃ττον ἐλέγξει ὑμα̃ς εἰ δὲ καὶ κρυφη̨̃ πρόσωπα θαυμάσετε |
11 πότερον οὐχὶ δεινὰ αὐτου̃ στροβήσει ὑμα̃ς φόβος δὲ παρ' αὐτου̃ ἐπιπεσει̃ται ὑμι̃ν |
12 ἀποβήσεται δὲ ὑμω̃ν τὸ ἀγαυρίαμα ἴσα σποδω̨̃ τὸ δὲ σω̃μα πήλινον |
13 κωφεύσατε ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμου̃ |
14 ἀναλαβὼν τὰς σάρκας μου τοι̃ς ὀδου̃σιν ψυχὴν δέ μου θήσω ἐν χειρί |
15 ἐάν με χειρώσηται ὁ δυνάστης ἐπεὶ καὶ ἠ̃ρκται ἠ̃ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτου̃ |
16 καὶ του̃τό μοι ἀποβήσεται εἰς σωτηρίαν οὐ γὰρ ἐναντίον αὐτου̃ δόλος εἰσελεύσεται |
17 ἀκούσατε ἀκούσατε τὰ ῥήματά μου ἀναγγελω̃ γὰρ ὑμω̃ν ἀκουόντων |
18 ἰδοὺ ἐγὼ ἐγγύς εἰμι του̃ κρίματός μου οἰ̃δα ἐγὼ ὅτι δίκαιος ἀναφανου̃μαι |
19 τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι ὅτι νυ̃ν κωφεύσω καὶ ἐκλείψω |
20 δυει̃ν δέ μοι χρήση̨ τότε ἀπὸ του̃ προσώπου σου οὐ κρυβήσομαι |
21 τὴν χει̃ρα ἀπ' ἐμου̃ ἀπέχου καὶ ὁ φόβος σου μή με καταπλησσέτω |
22 εἰ̃τα καλέσεις ἐγὼ δέ σοι ὑπακούσομαι ἢ λαλήσεις ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν |
23 πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου δίδαξόν με τίνες εἰσίν |
24 διὰ τί ἀπ' ἐμου̃ κρύπτη̨ ἥγησαι δέ με ὑπεναντίον σοι |
25 ἠ̃ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήση̨ ἢ ὡς χόρτω̨ φερομένω̨ ὑπὸ πνεύματος ἀντίκεισαί μοι |
26 ὅτι κατέγραψας κατ' ἐμου̃ κακά περιέθηκας δέ μοι νεότητος ἁμαρτίας |
27 ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι ἐφύλαξας δέ μου πάντα τὰ ἔργα εἰς δὲ ῥίζας τω̃ν ποδω̃ν μου ἀφίκου |
28 ὃ παλαιου̃ται ἴσα ἀσκω̨̃ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον |