ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ,
κεφαλίς 3,
στἰχοι 12-17
12 ἐνδύσασθε οὐ̃ν ὡς ἐκλεκτοὶ του̃ θεου̃ ἅγιοι καὶ ἠγαπημένοι σπλάγχνα οἰκτιρμου̃ χρηστότητα ταπεινοφροσύνην πραΰτητα μακροθυμίαν |
13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοι̃ς ἐάν τις πρός τινα ἔχη̨ μομφήν καθὼς καὶ ὁ κύριος ἐχαρίσατο ὑμι̃ν οὕτως καὶ ὑμει̃ς |
14 ἐπὶ πα̃σιν δὲ τούτοις τὴν ἀγάπην ὅ ἐστιν σύνδεσμος τη̃ς τελειότητος |
15 καὶ ἡ εἰρήνη του̃ Χριστου̃ βραβευέτω ἐν ται̃ς καρδίαις ὑμω̃ν εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι καὶ εὐχάριστοι γίνεσθε |
16 ὁ λόγος του̃ Χριστου̃ ἐνοικείτω ἐν ὑμι̃ν πλουσίως ἐν πάση̨ σοφία̨ διδάσκοντες καὶ νουθετου̃ντες ἑαυτοὺς ψαλμοι̃ς ὕμνοις ὠ̨δαι̃ς πνευματικαι̃ς ἐν τη̨̃ χάριτι ἄ̨δοντες ἐν ται̃ς καρδίαις ὑμω̃ν τω̨̃ θεω̨̃ |
17 καὶ πα̃ν ὅ τι ἐὰν ποιη̃τε ἐν λόγω̨ ἢ ἐν ἔργω̨ πάντα ἐν ὀνόματι κυρίου ’Ιησου̃ εὐχαριστου̃ντες τω̨̃ θεω̨̃ πατρὶ δι' αὐτου̃ |
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police
Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police
Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.
ΚΑΤΑ ΛΟΥΚΑΝ,
κεφαλίς 6,
στἰχοι 27-38
27 ἀλλὰ ὑμι̃ν λέγω τοι̃ς ἀκούουσιν ἀγαπα̃τε τοὺς ἐχθροὺς ὑμω̃ν καλω̃ς ποιει̃τε τοι̃ς μισου̃σιν ὑμα̃ς |
28 εὐλογει̃τε τοὺς καταρωμένους ὑμα̃ς προσεύχεσθε περὶ τω̃ν ἐπηρεαζόντων ὑμα̃ς |
29 τω̨̃ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην καὶ ἀπò του̃ αἴροντός σου τò ἱμάτιον καὶ τòν χιτω̃να μὴ κωλύση̨ς |
30 παντὶ αἰτου̃ντί σε δίδου καὶ ἀπò του̃ αἴροντος τὰ σὰ μὴ ἀπαίτει |
31 καὶ καθὼς θέλετε ἵνα ποιω̃σιν ὑμι̃ν οἱ ἄνθρωποι ποιει̃τε αὐτοι̃ς ὁμοίως |
32 καὶ εἰ ἀγαπα̃τε τοὺς ἀγαπω̃ντας ὑμα̃ς ποία ὑμι̃ν χάρις ἐστίν καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπω̃ντας αὐτοὺς ἀγαπω̃σιν |
33 καὶ γὰρ ἐὰν ἀγαθοποιη̃τε τοὺς ἀγαθοποιου̃ντας ὑμα̃ς ποία ὑμι̃ν χάρις ἐστίν καὶ οἱ ἁμαρτωλοὶ τò αὐτò ποιου̃σιν |
34 καὶ ἐὰν δανίσητε παρ' ὡ̃ν ἐλπίζετε λαβει̃ν ποία ὑμι̃ν χάρις ἐστίν καὶ ἁμαρτωλοὶ ἁμαρτωλοι̃ς δανίζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα |
35 πλὴν ἀγαπα̃τε τοὺς ἐχθροὺς ὑμω̃ν καὶ ἀγαθοποιει̃τε καὶ δανίζετε μηδὲν ἀπελπίζοντες καὶ ἔσται ὁ μισθòς ὑμω̃ν πολύς καὶ ἔσεσθε υἱοὶ ὑψίστου ὅτι αὐτòς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς |
36 γίνεσθε οἰκτίρμονες καθὼς καὶ ὁ πατὴρ ὑμω̃ν οἰκτίρμων ἐστίν |
37 καὶ μὴ κρίνετε καὶ οὐ μὴ κριθη̃τε καὶ μὴ καταδικάζετε καὶ οὐ μὴ καταδικασθη̃τε ἀπολύετε καὶ ἀπολυθήσεσθε |
38 δίδοτε καὶ δοθήσεται ὑμι̃ν μέτρον καλòν πεπιεσμένον σεσαλευμένον ὑπερεκχυννόμενον δώσουσιν εἰς τòν κόλπον ὑμω̃ν ὡ̨̃ γὰρ μέτρω̨ μετρει̃τε ἀντιμετρηθήσεται ὑμι̃ν |
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police
Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police
Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.