22 ἀνηγγέλη δὲ Λαβαν τω̨̃ Σύρω̨ τη̨̃ τρίτη̨ ἡμέρα̨ ὅτι ἀπέδρα Ιακωβ |
23 καὶ παραλαβὼν πάντας τοὺς ἀδελφοὺς αὐτου̃ μεθ' ἑαυτου̃ ἐδίωξεν ὀπίσω αὐτου̃ ὁδὸν ἡμερω̃ν ἑπτὰ καὶ κατέλαβεν αὐτὸν ἐν τω̨̃ ὄρει τω̨̃ Γαλααδ |
24 ἠ̃λθεν δὲ ὁ θεὸς πρὸς Λαβαν τὸν Σύρον καθ' ὕπνον τὴν νύκτα καὶ εἰ̃πεν αὐτω̨̃ φύλαξαι σεαυτόν μήποτε λαλήση̨ς μετὰ Ιακωβ πονηρά |
25 καὶ κατέλαβεν Λαβαν τὸν Ιακωβ Ιακωβ δὲ ἔπηξεν τὴν σκηνὴν αὐτου̃ ἐν τω̨̃ ὄρει Λαβαν δὲ ἔστησεν τοὺς ἀδελφοὺς αὐτου̃ ἐν τω̨̃ ὄρει Γαλααδ |
26 εἰ̃πεν δὲ Λαβαν τω̨̃ Ιακωβ τί ἐποίησας ἵνα τί κρυφη̨̃ ἀπέδρας καὶ ἐκλοποφόρησάς με καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλώτιδας μαχαίρα̨ |
27 καὶ εἰ ἀνήγγειλάς μοι ἐξαπέστειλα ἄν σε μετ' εὐφροσύνης καὶ μετὰ μουσικω̃ν τυμπάνων καὶ κιθάρας |
28 οὐκ ἠξιώθην καταφιλη̃σαι τὰ παιδία μου καὶ τὰς θυγατέρας μου νυ̃ν δὲ ἀφρόνως ἔπραξας |
29 καὶ νυ̃ν ἰσχύει ἡ χείρ μου κακοποιη̃σαί σε ὁ δὲ θεὸς του̃ πατρός σου ἐχθὲς εἰ̃πεν πρός με λέγων φύλαξαι σεαυτόν μήποτε λαλήση̨ς μετὰ Ιακωβ πονηρά |
30 νυ̃ν οὐ̃ν πεπόρευσαι ἐπιθυμία̨ γὰρ ἐπεθύμησας ἀπελθει̃ν εἰς τὸν οἰ̃κον του̃ πατρός σου ἵνα τί ἔκλεψας τοὺς θεούς μου |
31 ἀποκριθεὶς δὲ Ιακωβ εἰ̃πεν τω̨̃ Λαβαν εἰ̃πα γάρ μήποτε ἀφέλη̨ς τὰς θυγατέρας σου ἀπ' ἐμου̃ καὶ πάντα τὰ ἐμά |
32 ἐπίγνωθι τί ἐστιν τω̃ν σω̃ν παρ' ἐμοί καὶ λαβέ καὶ οὐκ ἐπέγνω παρ' αὐτω̨̃ οὐθέν καὶ εἰ̃πεν αὐτω̨̃ Ιακωβ παρ' ὡ̨̃ ἐὰν εὕρη̨ς τοὺς θεούς σου οὐ ζήσεται ἐναντίον τω̃ν ἀδελφω̃ν ἡμω̃ν οὐκ ἤ̨δει δὲ Ιακωβ ὅτι Ραχηλ ἡ γυνὴ αὐτου̃ ἔκλεψεν αὐτούς |
33 εἰσελθὼν δὲ Λαβαν ἠρεύνησεν εἰς τὸν οἰ̃κον Λειας καὶ οὐχ εὑ̃ρεν καὶ ἐξελθὼν ἐκ του̃ οἴκου Λειας ἠρεύνησεν τὸν οἰ̃κον Ιακωβ καὶ ἐν τω̨̃ οἴκω̨ τω̃ν δύο παιδισκω̃ν καὶ οὐχ εὑ̃ρεν εἰση̃λθεν δὲ καὶ εἰς τὸν οἰ̃κον Ραχηλ |
34 Ραχηλ δὲ ἔλαβεν τὰ εἴδωλα καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τη̃ς καμήλου καὶ ἐπεκάθισεν αὐτοι̃ς |
35 καὶ εἰ̃πεν τω̨̃ πατρὶ αὐτη̃ς μὴ βαρέως φέρε κύριε οὐ δύναμαι ἀναστη̃ναι ἐνώπιόν σου ὅτι τὸ κατ' ἐθισμὸν τω̃ν γυναικω̃ν μοί ἐστιν ἠρεύνησεν δὲ Λαβαν ἐν ὅλω̨ τω̨̃ οἴκω̨ καὶ οὐχ εὑ̃ρεν τὰ εἴδωλα |
36 ὠργίσθη δὲ Ιακωβ καὶ ἐμαχέσατο τω̨̃ Λαβαν ἀποκριθεὶς δὲ Ιακωβ εἰ̃πεν τω̨̃ Λαβαν τί τὸ ἀδίκημά μου καὶ τί τὸ ἁμάρτημά μου ὅτι κατεδίωξας ὀπίσω μου |
37 καὶ ὅτι ἠρεύνησας πάντα τὰ σκεύη μου τί εὑ̃ρες ἀπὸ πάντων τω̃ν σκευω̃ν του̃ οἴκου σου θὲς ὡ̃δε ἐναντίον τω̃ν ἀδελφω̃ν μου καὶ τω̃ν ἀδελφω̃ν σου καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τω̃ν δύο ἡμω̃ν |
38 ταυ̃τά μοι εἴκοσι ἔτη ἐγώ εἰμι μετὰ σου̃ τὰ πρόβατά σου καὶ αἱ αἰ̃γές σου οὐκ ἠτεκνώθησαν κριοὺς τω̃ν προβάτων σου οὐ κατέφαγον |
39 θηριάλωτον οὐκ ἀνενήνοχά σοι ἐγὼ ἀπετίννυον παρ' ἐμαυτου̃ κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός |
40 ἐγινόμην τη̃ς ἡμέρας συγκαιόμενος τω̨̃ καύματι καὶ παγετω̨̃ τη̃ς νυκτός καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τω̃ν ὀφθαλμω̃ν μου |
41 ταυ̃τά μοι εἴκοσι ἔτη ἐγώ εἰμι ἐν τη̨̃ οἰκία̨ σου ἐδούλευσά σοι δέκα τέσσαρα ἔτη ἀντὶ τω̃ν δύο θυγατέρων σου καὶ ἓξ ἔτη ἐν τοι̃ς προβάτοις σου καὶ παρελογίσω τὸν μισθόν μου δέκα ἀμνάσιν |
42 εἰ μὴ ὁ θεὸς του̃ πατρός μου Αβρααμ καὶ ὁ φόβος Ισαακ ἠ̃ν μοι νυ̃ν ἂν κενόν με ἐξαπέστειλας τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τω̃ν χειρω̃ν μου εἰ̃δεν ὁ θεὸς καὶ ἤλεγξέν σε ἐχθές |
43 ἀποκριθεὶς δὲ Λαβαν εἰ̃πεν τω̨̃ Ιακωβ αἱ θυγατέρες θυγατέρες μου καὶ οἱ υἱοὶ υἱοί μου καὶ τὰ κτήνη κτήνη μου καὶ πάντα ὅσα σὺ ὁρα̨̃ς ἐμά ἐστιν καὶ τω̃ν θυγατέρων μου τί ποιήσω ταύταις σήμερον ἢ τοι̃ς τέκνοις αὐτω̃ν οἱ̃ς ἔτεκον |
44 νυ̃ν οὐ̃ν δευ̃ρο διαθώμεθα διαθήκην ἐγὼ καὶ σύ καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ εἰ̃πεν δὲ αὐτω̨̃ ἰδοὺ οὐθεὶς μεθ' ἡμω̃ν ἐστιν ἰδὲ ὁ θεὸς μάρτυς ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ |
45 λαβὼν δὲ Ιακωβ λίθον ἔστησεν αὐτὸν στήλην |
46 εἰ̃πεν δὲ Ιακωβ τοι̃ς ἀδελφοι̃ς αὐτου̃ συλλέγετε λίθους καὶ συνέλεξαν λίθους καὶ ἐποίησαν βουνόν καὶ ἔφαγον καὶ ἔπιον ἐκει̃ ἐπὶ του̃ βουνου̃ καὶ εἰ̃πεν αὐτω̨̃ Λαβαν ὁ βουνὸς οὑ̃τος μαρτυρει̃ ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ σήμερον |
47 καὶ ἐκάλεσεν αὐτὸν Λαβαν Βουνὸς τη̃ς μαρτυρίας Ιακωβ δὲ ἐκάλεσεν αὐτὸν Βουνὸς μάρτυς |
48 εἰ̃πεν δὲ Λαβαν τω̨̃ Ιακωβ ἰδοὺ ὁ βουνὸς οὑ̃τος καὶ ἡ στήλη αὕτη ἣν ἔστησα ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ μαρτυρει̃ ὁ βουνὸς οὑ̃τος καὶ μαρτυρει̃ ἡ στήλη αὕτη διὰ του̃το ἐκλήθη τὸ ὄνομα αὐτου̃ Βουνὸς μαρτυρει̃ |
49 καὶ ἡ ὅρασις ἣν εἰ̃πεν ἐπίδοι ὁ θεὸς ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ ὅτι ἀποστησόμεθα ἕτερος ἀπὸ του̃ ἑτέρου |
50 εἰ ταπεινώσεις τὰς θυγατέρας μου εἰ λήμψη̨ γυναι̃κας ἐπὶ ται̃ς θυγατράσιν μου ὅρα οὐθεὶς μεθ' ἡμω̃ν ἐστιν |
|
52 ἐάν τε γὰρ ἐγὼ μὴ διαβω̃ πρὸς σὲ μηδὲ σὺ διαβη̨̃ς πρός με τὸν βουνὸν του̃τον καὶ τὴν στήλην ταύτην ἐπὶ κακία̨ |
53 ὁ θεὸς Αβρααμ καὶ ὁ θεὸς Ναχωρ κρινει̃ ἀνὰ μέσον ἡμω̃ν καὶ ὤμοσεν Ιακωβ κατὰ του̃ φόβου του̃ πατρὸς αὐτου̃ Ισαακ |
54 καὶ ἔθυσεν Ιακωβ θυσίαν ἐν τω̨̃ ὄρει καὶ ἐκάλεσεν τοὺς ἀδελφοὺς αὐτου̃ καὶ ἔφαγον καὶ ἔπιον καὶ ἐκοιμήθησαν ἐν τω̨̃ ὄρει |
55 ἀναστὰς δὲ Λαβαν τὸ πρωὶ κατεφίλησεν τοὺς υἱοὺς αὐτου̃ καὶ τὰς θυγατέρας αὐτου̃ καὶ εὐλόγησεν αὐτούς καὶ ἀποστραφεὶς Λαβαν ἀπη̃λθεν εἰς τὸν τόπον αὐτου̃ |