1 εἰ οὐ̃ν συνηγέρθητε τω̨̃ Χριστω̨̃ τὰ ἄνω ζητει̃τε οὑ̃ ὁ Χριστός ἐστιν ἐν δεξια̨̃ του̃ θεου̃ καθήμενος |
2 τὰ ἄνω φρονει̃τε μὴ τὰ ἐπὶ τη̃ς γη̃ς |
3 ἀπεθάνετε γάρ καὶ ἡ ζωὴ ὑμω̃ν κέκρυπται σὺν τω̨̃ Χριστω̨̃ ἐν τω̨̃ θεω̨̃ |
4 ὅταν ὁ Χριστòς φανερωθη̨̃ ἡ ζωὴ ὑμω̃ν τότε καὶ ὑμει̃ς σὺν αὐτω̨̃ φανερωθήσεσθε ἐν δόξη̨ |
5 νεκρώσατε οὐ̃ν τὰ μέλη τὰ ἐπὶ τη̃ς γη̃ς πορνείαν ἀκαθαρσίαν πάθος ἐπιθυμίαν κακήν καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία |
6 δι' ἃ ἔρχεται ἡ ὀργὴ του̃ θεου̃ ἐπὶ τοὺς υἱοὺς τη̃ς ἀπειθείας |
7 ἐν οἱ̃ς καὶ ὑμει̃ς περιεπατήσατέ ποτε ὅτε ἐζη̃τε ἐν τούτοις |
8 νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμει̃ς τὰ πάντα ὀργήν θυμόν κακίαν βλασφημίαν αἰσχρολογίαν ἐκ του̃ στόματος ὑμω̃ν |
9 μὴ ψεύδεσθε εἰς ἀλλήλους ἀπεκδυσάμενοι τòν παλαιòν ἄνθρωπον σὺν ται̃ς πράξεσιν αὐτου̃ |
10 καὶ ἐνδυσάμενοι τòν νέον τòν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα του̃ κτίσαντος αὐτόν |
11 ὅπου οὐκ ἔνι ‘Έλλην καὶ ’Ιουδαι̃ος περιτομὴ καὶ ἀκροβυστία βάρβαρος σκύθης δου̃λος ἐλεύθερος ἀλλὰ τὰ πάντα καὶ ἐν πα̃σιν Χριστός |
12 ἐνδύσασθε οὐ̃ν ὡς ἐκλεκτοὶ του̃ θεου̃ ἅγιοι καὶ ἠγαπημένοι σπλάγχνα οἰκτιρμου̃ χρηστότητα ταπεινοφροσύνην πραΰτητα μακροθυμίαν |
13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοι̃ς ἐάν τις πρός τινα ἔχη̨ μομφήν καθὼς καὶ ὁ κύριος ἐχαρίσατο ὑμι̃ν οὕτως καὶ ὑμει̃ς |
14 ἐπὶ πα̃σιν δὲ τούτοις τὴν ἀγάπην ὅ ἐστιν σύνδεσμος τη̃ς τελειότητος |
15 καὶ ἡ εἰρήνη του̃ Χριστου̃ βραβευέτω ἐν ται̃ς καρδίαις ὑμω̃ν εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι καὶ εὐχάριστοι γίνεσθε |
16 ὁ λόγος του̃ Χριστου̃ ἐνοικείτω ἐν ὑμι̃ν πλουσίως ἐν πάση̨ σοφία̨ διδάσκοντες καὶ νουθετου̃ντες ἑαυτοὺς ψαλμοι̃ς ὕμνοις ὠ̨δαι̃ς πνευματικαι̃ς ἐν τη̨̃ χάριτι ἄ̨δοντες ἐν ται̃ς καρδίαις ὑμω̃ν τω̨̃ θεω̨̃ |
17 καὶ πα̃ν ὅ τι ἐὰν ποιη̃τε ἐν λόγω̨ ἢ ἐν ἔργω̨ πάντα ἐν ὀνόματι κυρίου ’Ιησου̃ εὐχαριστου̃ντες τω̨̃ θεω̨̃ πατρὶ δι' αὐτου̃ |
18 αἱ γυναι̃κες ὑποτάσσεσθε τοι̃ς ἀνδράσιν ὡς ἀνη̃κεν ἐν κυρίω̨ |
19 οἱ ἄνδρες ἀγαπα̃τε τὰς γυναι̃κας καὶ μὴ πικραίνεσθε πρòς αὐτάς |
20 τὰ τέκνα ὑπακούετε τοι̃ς γονευ̃σιν κατὰ πάντα του̃το γὰρ εὐάρεστόν ἐστιν ἐν κυρίω̨ |
21 οἱ πατέρες μὴ ἐρεθίζετε τὰ τέκνα ὑμω̃ν ἵνα μὴ ἀθυμω̃σιν |
22 οἱ δου̃λοι ὑπακούετε κατὰ πάντα τοι̃ς κατὰ σάρκα κυρίοις μὴ ἐν ὀφθαλμοδουλία̨ ὡς ἀνθρωπάρεσκοι ἀλλ' ἐν ἁπλότητι καρδίας φοβούμενοι τòν κύριον |
23 ὃ ἐὰν ποιη̃τε ἐκ ψυχη̃ς ἐργάζεσθε ὡς τω̨̃ κυρίω̨ καὶ οὐκ ἀνθρώποις |
24 εἰδότες ὅτι ἀπò κυρίου ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τη̃ς κληρονομίας τω̨̃ κυρίω̨ Χριστω̨̃ δουλεύετε |
25 ὁ γὰρ ἀδικω̃ν κομίσεται ὃ ἠδίκησεν καὶ οὐκ ἔστιν προσωπολημψία |