1 ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταυ̃τα καὶ ἀπηγγέλη τω̨̃ Ιωσηφ ὅτι ὁ πατήρ σου ἐνοχλει̃ται καὶ ἀναλαβὼν τοὺς δύο υἱοὺς αὐτου̃ τὸν Μανασση καὶ τὸν Εφραιμ ἠ̃λθεν πρὸς Ιακωβ |
2 ἀπηγγέλη δὲ τω̨̃ Ιακωβ λέγοντες ἰδοὺ ὁ υἱός σου Ιωσηφ ἔρχεται πρὸς σέ καὶ ἐνισχύσας Ισραηλ ἐκάθισεν ἐπὶ τὴν κλίνην |
3 καὶ εἰ̃πεν Ιακωβ τω̨̃ Ιωσηφ ὁ θεός μου ὤφθη μοι ἐν Λουζα ἐν γη̨̃ Χανααν καὶ εὐλόγησέν με |
4 καὶ εἰ̃πέν μοι ἰδοὺ ἐγὼ αὐξανω̃ σε καὶ πληθυνω̃ σε καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνω̃ν καὶ δώσω σοι τὴν γη̃ν ταύτην καὶ τω̨̃ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον |
5 νυ̃ν οὐ̃ν οἱ δύο υἱοί σου οἱ γενόμενοί σοι ἐν Αἰγύπτω̨ πρὸ του̃ με ἐλθει̃ν πρὸς σὲ εἰς Αἴγυπτον ἐμοί εἰσιν Εφραιμ καὶ Μανασση ὡς Ρουβην καὶ Συμεων ἔσονταί μοι |
6 τὰ δὲ ἔκγονα ἃ ἐὰν γεννήση̨ς μετὰ ταυ̃τα σοὶ ἔσονται ἐπὶ τω̨̃ ὀνόματι τω̃ν ἀδελφω̃ν αὐτω̃ν κληθήσονται ἐν τοι̃ς ἐκείνων κλήροις |
7 ἐγὼ δὲ ἡνίκα ἠρχόμην ἐκ Μεσοποταμίας τη̃ς Συρίας ἀπέθανεν Ραχηλ ἡ μήτηρ σου ἐν γη̨̃ Χανααν ἐγγίζοντός μου κατὰ τὸν ἱππόδρομον χαβραθα τη̃ς γη̃ς του̃ ἐλθει̃ν Εφραθα καὶ κατώρυξα αὐτὴν ἐν τη̨̃ ὁδω̨̃ του̃ ἱπποδρόμου αὕτη ἐστὶν Βαιθλεεμ |
8 ἰδὼν δὲ Ισραηλ τοὺς υἱοὺς Ιωσηφ εἰ̃πεν τίνες σοι οὑ̃τοι |
9 εἰ̃πεν δὲ Ιωσηφ τω̨̃ πατρὶ αὐτου̃ υἱοί μού εἰσιν οὓς ἔδωκέν μοι ὁ θεὸς ἐνταυ̃θα καὶ εἰ̃πεν Ιακωβ προσάγαγέ μοι αὐτούς ἵνα εὐλογήσω αὐτούς |
10 οἱ δὲ ὀφθαλμοὶ Ισραηλ ἐβαρυώπησαν ἀπὸ του̃ γήρους καὶ οὐκ ἠδύνατο βλέπειν καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτόν καὶ ἐφίλησεν αὐτοὺς καὶ περιέλαβεν αὐτούς |
11 καὶ εἰ̃πεν Ισραηλ πρὸς Ιωσηφ ἰδοὺ του̃ προσώπου σου οὐκ ἐστερήθην καὶ ἰδοὺ ἔδειξέν μοι ὁ θεὸς καὶ τὸ σπέρμα σου |
12 καὶ ἐξήγαγεν Ιωσηφ αὐτοὺς ἀπὸ τω̃ν γονάτων αὐτου̃ καὶ προσεκύνησαν αὐτω̨̃ ἐπὶ πρόσωπον ἐπὶ τη̃ς γη̃ς |
13 λαβὼν δὲ Ιωσηφ τοὺς δύο υἱοὺς αὐτου̃ τόν τε Εφραιμ ἐν τη̨̃ δεξια̨̃ ἐξ ἀριστερω̃ν δὲ Ισραηλ τὸν δὲ Μανασση ἐν τη̨̃ ἀριστερα̨̃ ἐκ δεξιω̃ν δὲ Ισραηλ ἤγγισεν αὐτοὺς αὐτω̨̃ |
14 ἐκτείνας δὲ Ισραηλ τὴν χει̃ρα τὴν δεξιὰν ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν Εφραιμ οὑ̃τος δὲ ἠ̃ν ὁ νεώτερος καὶ τὴν ἀριστερὰν ἐπὶ τὴν κεφαλὴν Μανασση ἐναλλὰξ τὰς χει̃ρας |
15 καὶ ηὐλόγησεν αὐτοὺς καὶ εἰ̃πεν ὁ θεός ὡ̨̃ εὐηρέστησαν οἱ πατέρες μου ἐναντίον αὐτου̃ Αβρααμ καὶ Ισαακ ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητος ἕως τη̃ς ἡμέρας ταύτης |
16 ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τω̃ν κακω̃ν εὐλογήσαι τὰ παιδία ταυ̃τα καὶ ἐπικληθήσεται ἐν αὐτοι̃ς τὸ ὄνομά μου καὶ τὸ ὄνομα τω̃ν πατέρων μου Αβρααμ καὶ Ισαακ καὶ πληθυνθείησαν εἰς πλη̃θος πολὺ ἐπὶ τη̃ς γη̃ς |
17 ἰδὼν δὲ Ιωσηφ ὅτι ἐπέβαλεν ὁ πατὴρ τὴν δεξιὰν αὐτου̃ ἐπὶ τὴν κεφαλὴν Εφραιμ βαρὺ αὐτω̨̃ κατεφάνη καὶ ἀντελάβετο Ιωσηφ τη̃ς χειρὸς του̃ πατρὸς αὐτου̃ ἀφελει̃ν αὐτὴν ἀπὸ τη̃ς κεφαλη̃ς Εφραιμ ἐπὶ τὴν κεφαλὴν Μανασση |
18 εἰ̃πεν δὲ Ιωσηφ τω̨̃ πατρὶ αὐτου̃ οὐχ οὕτως πάτερ οὑ̃τος γὰρ ὁ πρωτότοκος ἐπίθες τὴν δεξιάν σου ἐπὶ τὴν κεφαλὴν αὐτου̃ |
19 καὶ οὐκ ἠθέλησεν ἀλλὰ εἰ̃πεν οἰ̃δα τέκνον οἰ̃δα καὶ οὑ̃τος ἔσται εἰς λαόν καὶ οὑ̃τος ὑψωθήσεται ἀλλὰ ὁ ἀδελφὸς αὐτου̃ ὁ νεώτερος μείζων αὐτου̃ ἔσται καὶ τὸ σπέρμα αὐτου̃ ἔσται εἰς πλη̃θος ἐθνω̃ν |
20 καὶ εὐλόγησεν αὐτοὺς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγων ἐν ὑμι̃ν εὐλογηθήσεται Ισραηλ λέγοντες ποιήσαι σε ὁ θεὸς ὡς Εφραιμ καὶ ὡς Μανασση καὶ ἔθηκεν τὸν Εφραιμ ἔμπροσθεν του̃ Μανασση |
21 εἰ̃πεν δὲ Ισραηλ τω̨̃ Ιωσηφ ἰδοὺ ἐγὼ ἀποθνή̨σκω καὶ ἔσται ὁ θεὸς μεθ' ὑμω̃ν καὶ ἀποστρέψει ὑμα̃ς εἰς τὴν γη̃ν τω̃ν πατέρων ὑμω̃ν |
22 ἐγὼ δὲ δίδωμί σοι Σικιμα ἐξαίρετον ὑπὲρ τοὺς ἀδελφούς σου ἣν ἔλαβον ἐκ χειρὸς Αμορραίων ἐν μαχαίρα̨ μου καὶ τόξω̨ |