1 καὶ ἐπιπεσὼν Ιωσηφ ἐπὶ τὸ πρόσωπον του̃ πατρὸς αὐτου̃ ἔκλαυσεν ἐπ' αὐτὸν καὶ ἐφίλησεν αὐτόν |
2 καὶ προσέταξεν Ιωσηφ τοι̃ς παισὶν αὐτου̃ τοι̃ς ἐνταφιασται̃ς ἐνταφιάσαι τὸν πατέρα αὐτου̃ καὶ ἐνεταφίασαν οἱ ἐνταφιασταὶ τὸν Ισραηλ |
3 καὶ ἐπλήρωσαν αὐτου̃ τεσσαράκοντα ἡμέρας οὕτως γὰρ καταριθμου̃νται αἱ ἡμέραι τη̃ς ταφη̃ς καὶ ἐπένθησεν αὐτὸν Αἴγυπτος ἑβδομήκοντα ἡμέρας |
4 ἐπειδὴ δὲ παρη̃λθον αἱ ἡμέραι του̃ πένθους ἐλάλησεν Ιωσηφ πρὸς τοὺς δυνάστας Φαραω λέγων εἰ εὑ̃ρον χάριν ἐναντίον ὑμω̃ν λαλήσατε περὶ ἐμου̃ εἰς τὰ ὠ̃τα Φαραω λέγοντες |
5 ὁ πατήρ μου ὥρκισέν με λέγων ἐν τω̨̃ μνημείω̨ ὡ̨̃ ὤρυξα ἐμαυτω̨̃ ἐν γη̨̃ Χανααν ἐκει̃ με θάψεις νυ̃ν οὐ̃ν ἀναβὰς θάψω τὸν πατέρα μου καὶ ἐπανελεύσομαι |
6 καὶ εἰ̃πεν Φαραω ἀνάβηθι θάψον τὸν πατέρα σου καθάπερ ὥρκισέν σε |
7 καὶ ἀνέβη Ιωσηφ θάψαι τὸν πατέρα αὐτου̃ καὶ συνανέβησαν μετ' αὐτου̃ πάντες οἱ παι̃δες Φαραω καὶ οἱ πρεσβύτεροι του̃ οἴκου αὐτου̃ καὶ πάντες οἱ πρεσβύτεροι τη̃ς γη̃ς Αἰγύπτου |
8 καὶ πα̃σα ἡ πανοικία Ιωσηφ καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ πα̃σα ἡ οἰκία ἡ πατρικὴ αὐτου̃ καὶ τὴν συγγένειαν καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑπελίποντο ἐν γη̨̃ Γεσεμ |
9 καὶ συνανέβησαν μετ' αὐτου̃ καὶ ἅρματα καὶ ἱππει̃ς καὶ ἐγένετο ἡ παρεμβολὴ μεγάλη σφόδρα |
10 καὶ παρεγένοντο ἐφ' ἅλωνα Αταδ ὅ ἐστιν πέραν του̃ Ιορδάνου καὶ ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν καὶ ἰσχυρὸν σφόδρα καὶ ἐποίησεν τὸ πένθος τω̨̃ πατρὶ αὐτου̃ ἑπτὰ ἡμέρας |
11 καὶ εἰ̃δον οἱ κάτοικοι τη̃ς γη̃ς Χανααν τὸ πένθος ἐν ἅλωνι Αταδ καὶ εἰ̃παν πένθος μέγα του̃τό ἐστιν τοι̃ς Αἰγυπτίοις διὰ του̃το ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Πένθος Αἰγύπτου ὅ ἐστιν πέραν του̃ Ιορδάνου |
12 καὶ ἐποίησαν αὐτω̨̃ οὕτως οἱ υἱοὶ αὐτου̃ καὶ ἔθαψαν αὐτὸν ἐκει̃ |
13 καὶ ἀνέλαβον αὐτὸν οἱ υἱοὶ αὐτου̃ εἰς γη̃ν Χανααν καὶ ἔθαψαν αὐτὸν εἰς τὸ σπήλαιον τὸ διπλου̃ν ὃ ἐκτήσατο Αβρααμ τὸ σπήλαιον ἐν κτήσει μνημείου παρὰ Εφρων του̃ Χετταίου κατέναντι Μαμβρη |
14 καὶ ἀπέστρεψεν Ιωσηφ εἰς Αἴγυπτον αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ οἱ συναναβάντες θάψαι τὸν πατέρα αὐτου̃ |
15 ἰδόντες δὲ οἱ ἀδελφοὶ Ιωσηφ ὅτι τέθνηκεν ὁ πατὴρ αὐτω̃ν εἰ̃παν μήποτε μνησικακήση̨ ἡμι̃ν Ιωσηφ καὶ ἀνταπόδομα ἀνταποδω̨̃ ἡμι̃ν πάντα τὰ κακά ἃ ἐνεδειξάμεθα αὐτω̨̃ |
16 καὶ παρεγένοντο πρὸς Ιωσηφ λέγοντες ὁ πατήρ σου ὥρκισεν πρὸ του̃ τελευτη̃σαι αὐτὸν λέγων |
17 οὕτως εἴπατε Ιωσηφ ἄφες αὐτοι̃ς τὴν ἀδικίαν καὶ τὴν ἁμαρτίαν αὐτω̃ν ὅτι πονηρά σοι ἐνεδείξαντο καὶ νυ̃ν δέξαι τὴν ἀδικίαν τω̃ν θεραπόντων του̃ θεου̃ του̃ πατρός σου καὶ ἔκλαυσεν Ιωσηφ λαλούντων αὐτω̃ν πρὸς αὐτόν |
18 καὶ ἐλθόντες πρὸς αὐτὸν εἰ̃παν οἵδε ἡμει̃ς σοι οἰκέται |
19 καὶ εἰ̃πεν αὐτοι̃ς Ιωσηφ μὴ φοβει̃σθε του̃ γὰρ θεου̃ εἰμι ἐγώ |
20 ὑμει̃ς ἐβουλεύσασθε κατ' ἐμου̃ εἰς πονηρά ὁ δὲ θεὸς ἐβουλεύσατο περὶ ἐμου̃ εἰς ἀγαθά ὅπως ἂν γενηθη̨̃ ὡς σήμερον ἵνα διατραφη̨̃ λαὸς πολύς |
21 καὶ εἰ̃πεν αὐτοι̃ς μὴ φοβει̃σθε ἐγὼ διαθρέψω ὑμα̃ς καὶ τὰς οἰκίας ὑμω̃ν καὶ παρεκάλεσεν αὐτοὺς καὶ ἐλάλησεν αὐτω̃ν εἰς τὴν καρδίαν |
22 καὶ κατώ̨κησεν Ιωσηφ ἐν Αἰγύπτω̨ αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ πα̃σα ἡ πανοικία του̃ πατρὸς αὐτου̃ καὶ ἔζησεν Ιωσηφ ἔτη ἑκατὸν δέκα |
23 καὶ εἰ̃δεν Ιωσηφ Εφραιμ παιδία ἕως τρίτης γενεα̃ς καὶ υἱοὶ Μαχιρ του̃ υἱου̃ Μανασση ἐτέχθησαν ἐπὶ μηρω̃ν Ιωσηφ |
24 καὶ εἰ̃πεν Ιωσηφ τοι̃ς ἀδελφοι̃ς αὐτου̃ λέγων ἐγὼ ἀποθνή̨σκω ἐπισκοπη̨̃ δὲ ἐπισκέψεται ὑμα̃ς ὁ θεὸς καὶ ἀνάξει ὑμα̃ς ἐκ τη̃ς γη̃ς ταύτης εἰς τὴν γη̃ν ἣν ὤμοσεν ὁ θεὸς τοι̃ς πατράσιν ἡμω̃ν Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ |
25 καὶ ὥρκισεν Ιωσηφ τοὺς υἱοὺς Ισραηλ λέγων ἐν τη̨̃ ἐπισκοπη̨̃ ἡ̨̃ ἐπισκέψεται ὑμα̃ς ὁ θεός καὶ συνανοίσετε τὰ ὀστα̃ μου ἐντευ̃θεν μεθ' ὑμω̃ν |
26 καὶ ἐτελεύτησεν Ιωσηφ ἐτω̃ν ἑκατὸν δέκα καὶ ἔθαψαν αὐτὸν καὶ ἔθηκαν ἐν τη̨̃ σορω̨̃ ἐν Αἰγύπτω̨ |