1 ἔλεγεν δὲ παραβολὴν αὐτοι̃ς πρòς τò δει̃ν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐγκακει̃ν |
2 λέγων κριτής τις ἠ̃ν ἔν τινι πόλει τòν θεòν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος |
3 χήρα δὲ ἠ̃ν ἐν τη̨̃ πόλει ἐκείνη̨ καὶ ἤρχετο πρòς αὐτòν λέγουσα ἐκδίκησόν με ἀπò του̃ ἀντιδίκου μου |
4 καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον μετὰ δὲ ταυ̃τα εἰ̃πεν ἐν ἑαυτω̨̃ εἰ καὶ τòν θεòν οὐ φοβου̃μαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι |
5 διά γε τò παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζη̨ με |
6 εἰ̃πεν δὲ ὁ κύριος ἀκούσατε τί ὁ κριτὴς τη̃ς ἀδικίας λέγει |
7 ὁ δὲ θεòς οὐ μὴ ποιήση̨ τὴν ἐκδίκησιν τω̃ν ἐκλεκτω̃ν αὐτου̃ τω̃ν βοώντων αὐτω̨̃ ἡμέρας καὶ νυκτός καὶ μακροθυμει̃ ἐπ' αὐτοι̃ς |
8 λέγω ὑμι̃ν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτω̃ν ἐν τάχει πλὴν ὁ υἱòς του̃ ἀνθρώπου ἐλθὼν ἀ̃ρα εὑρήσει τὴν πίστιν ἐπὶ τη̃ς γη̃ς |
9 εἰ̃πεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ' ἑαυτοι̃ς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενου̃ντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην |
10 ἄνθρωποι δύο ἀνέβησαν εἰς τò ἱερòν προσεύξασθαι ὁ εἱ̃ς Φαρισαι̃ος καὶ ὁ ἕτερος τελώνης |
11 ὁ Φαρισαι̃ος σταθεὶς πρòς ἑαυτòν ταυ̃τα προσηύχετο ὁ θεός εὐχαριστω̃ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τω̃ν ἀνθρώπων ἅρπαγες ἄδικοι μοιχοί ἢ καὶ ὡς οὑ̃τος ὁ τελώνης |
12 νηστεύω δὶς του̃ σαββάτου ἀποδεκατω̃ πάντα ὅσα κτω̃μαι |
13 ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπα̃ραι εἰς τòν οὐρανόν ἀλλ' ἔτυπτεν τò στη̃θος αὐτου̃ λέγων ὁ θεός ἱλάσθητί μοι τω̨̃ ἁμαρτωλω̨̃ |
14 λέγω ὑμι̃ν κατέβη οὑ̃τος δεδικαιωμένος εἰς τòν οἰ̃κον αὐτου̃ παρ' ἐκει̃νον ὅτι πα̃ς ὁ ὑψω̃ν ἑαυτòν ταπεινωθήσεται ὁ δὲ ταπεινω̃ν ἑαυτòν ὑψωθήσεται |
15 προσέφερον δὲ αὐτω̨̃ καὶ τὰ βρέφη ἵνα αὐτω̃ν ἅπτηται ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμων αὐτοι̃ς |
16 ὁ δὲ ’Ιησου̃ς προσεκαλέσατο αὐτὰ λέγων ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά τω̃ν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία του̃ θεου̃ |
17 ἀμὴν λέγω ὑμι̃ν ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν του̃ θεου̃ ὡς παιδίον οὐ μὴ εἰσέλθη̨ εἰς αὐτήν |
18 καὶ ἐπηρώτησέν τις αὐτòν ἄρχων λέγων διδάσκαλε ἀγαθέ τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω |
19 εἰ̃πεν δὲ αὐτω̨̃ ὁ ’Ιησου̃ς τί με λέγεις ἀγαθόν οὐδεὶς ἀγαθòς εἰ μὴ εἱ̃ς ὁ θεός |
20 τὰς ἐντολὰς οἰ̃δας μὴ μοιχεύση̨ς μὴ φονεύση̨ς μὴ κλέψη̨ς μὴ ψευδομαρτυρήση̨ς τίμα τòν πατέρα σου καὶ τὴν μητέρα |
21 ὁ δὲ εἰ̃πεν ταυ̃τα πάντα ἐφύλαξα ἐκ νεότητος |
22 ἀκούσας δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ ἔτι ἕν σοι λείπει πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοι̃ς καὶ ἕξεις θησαυρòν ἐν τοι̃ς οὐρανοι̃ς καὶ δευ̃ρο ἀκολούθει μοι |
23 ὁ δὲ ἀκούσας ταυ̃τα περίλυπος ἐγενήθη ἠ̃ν γὰρ πλούσιος σφόδρα |
24 ἰδὼν δὲ αὐτòν ὁ ’Ιησου̃ς περίλυπον γενόμενον εἰ̃πεν πω̃ς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν του̃ θεου̃ εἰσπορεύονται |
25 εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθει̃ν ἢ πλούσιον εἰς τὴν βασιλείαν του̃ θεου̃ εἰσελθει̃ν |
26 εἰ̃παν δὲ οἱ ἀκούσαντες καὶ τίς δύναται σωθη̃ναι |
27 ὁ δὲ εἰ̃πεν τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τω̨̃ θεω̨̃ ἐστιν |
28 εἰ̃πεν δὲ ὁ Πέτρος ἰδοὺ ἡμει̃ς ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι |
29 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς ἀμὴν λέγω ὑμι̃ν ὅτι οὐδείς ἐστιν ὃς ἀφη̃κεν οἰκίαν ἢ γυναι̃κα ἢ ἀδελφοὺς ἢ γονει̃ς ἢ τέκνα ἕνεκεν τη̃ς βασιλείας του̃ θεου̃ |
30 ὃς οὐχὶ μὴ ἀπολάβη̨ πολλαπλασίονα ἐν τω̨̃ καιρω̨̃ τούτω̨ καὶ ἐν τω̨̃ αἰω̃νι τω̨̃ ἐρχομένω̨ ζωὴν αἰώνιον |
31 παραλαβὼν δὲ τοὺς δώδεκα εἰ̃πεν πρòς αὐτούς ἰδοὺ ἀναβαίνομεν εἰς ’Ιερουσαλήμ καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τω̃ν προφητω̃ν τω̨̃ υἱω̨̃ του̃ ἀνθρώπου |
32 παραδοθήσεται γὰρ τοι̃ς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται |
33 καὶ μαστιγώσαντες ἀποκτενου̃σιν αὐτόν καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ ἀναστήσεται |
34 καὶ αὐτοὶ οὐδὲν τούτων συνη̃καν καὶ ἠ̃ν τò ῥη̃μα του̃το κεκρυμμένον ἀπ' αὐτω̃ν καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα |
35 ἐγένετο δὲ ἐν τω̨̃ ἐγγίζειν αὐτòν εἰς ’Ιεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδòν ἐπαιτω̃ν |
36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη του̃το |
37 ἀπήγγειλαν δὲ αὐτω̨̃ ὅτι ’Ιησου̃ς ὁ Ναζωραι̃ος παρέρχεται |
38 καὶ ἐβόησεν λέγων ’Ιησου̃ υἱὲ Δαυίδ ἐλέησόν με |
39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτω̨̃ ἵνα σιγήση̨ αὐτòς δὲ πολλω̨̃ μα̃λλον ἔκραζεν υἱὲ Δαυίδ ἐλέησόν με |
40 σταθεὶς δὲ ὁ ’Ιησου̃ς ἐκέλευσεν αὐτòν ἀχθη̃ναι πρòς αὐτόν ἐγγίσαντος δὲ αὐτου̃ ἐπηρώτησεν αὐτόν |
41 τί σοι θέλεις ποιήσω ὁ δὲ εἰ̃πεν κύριε ἵνα ἀναβλέψω |
42 καὶ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ ἀνάβλεψον ἡ πίστις σου σέσωκέν σε |
43 καὶ παραχρη̃μα ἀνέβλεψεν καὶ ἠκολούθει αὐτω̨̃ δοξάζων τòν θεόν καὶ πα̃ς ὁ λαòς ἰδὼν ἔδωκεν αἰ̃νον τω̨̃ θεω̨̃ |