Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 23

καὶ ἀναστὰν ἅπαν τò πλη̃θος αὐτω̃ν ἤγαγον αὐτòν ἐπὶ τòν Πιλα̃τον
ἤρξαντο δὲ κατηγορει̃ν αὐτου̃ λέγοντες του̃τον εὕραμεν διαστρέφοντα τò ἔθνος ἡμω̃ν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι καὶ λέγοντα ἑαυτòν Χριστòν βασιλέα εἰ̃ναι
ὁ δὲ Πιλα̃τος ἠρώτησεν αὐτòν λέγων σὺ εἰ̃ ὁ βασιλεὺς τω̃ν ’Ιουδαίων ὁ δὲ ἀποκριθεὶς αὐτω̨̃ ἔφη σὺ λέγεις
ὁ δὲ Πιλα̃τος εἰ̃πεν πρòς τοὺς ἀρχιερει̃ς καὶ τοὺς ὄχλους οὐδὲν εὑρίσκω αἴτιον ἐν τω̨̃ ἀνθρώπω̨ τούτω̨
οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τòν λαòν διδάσκων καθ' ὅλης τη̃ς ’Ιουδαίας καὶ ἀρξάμενος ἀπò τη̃ς Γαλιλαίας ἕως ὡ̃δε
Πιλα̃τος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαι̃ός ἐστιν
καὶ ἐπιγνοὺς ὅτι ἐκ τη̃ς ἐξουσίας ‘Ηρώ̨δου ἐστὶν ἀνέπεμψεν αὐτòν πρòς ‘Ηρώ̨δην ὄντα καὶ αὐτòν ἐν ‘Ιεροσολύμοις ἐν ταύταις ται̃ς ἡμέραις
ὁ δὲ ‘Ηρώ̨δης ἰδὼν τòν ’Ιησου̃ν ἐχάρη λίαν ἠ̃ν γὰρ ἐξ ἱκανω̃ν χρόνων θέλων ἰδει̃ν αὐτòν διὰ τò ἀκούειν περὶ αὐτου̃ καὶ ἤλπιζέν τι σημει̃ον ἰδει̃ν ὑπ' αὐτου̃ γινόμενον
ἐπηρώτα δὲ αὐτòν ἐν λόγοις ἱκανοι̃ς αὐτòς δὲ οὐδὲν ἀπεκρίνατο αὐτω̨̃
10 εἱστήκεισαν δὲ οἱ ἀρχιερει̃ς καὶ οἱ γραμματει̃ς εὐτόνως κατηγορου̃ντες αὐτου̃
11 ἐξουθενήσας δὲ αὐτòν καὶ ὁ ‘Ηρώ̨δης σὺν τοι̃ς στρατεύμασιν αὐτου̃ καὶ ἐμπαίξας περιβαλὼν ἐσθη̃τα λαμπρὰν ἀνέπεμψεν αὐτòν τω̨̃ Πιλάτω̨
12 ἐγένοντο δὲ φίλοι ὅ τε ‘Ηρώ̨δης καὶ ὁ Πιλα̃τος ἐν αὐτη̨̃ τη̨̃ ἡμέρα̨ μετ' ἀλλήλων προϋπη̃ρχον γὰρ ἐν ἔχθρα̨ ὄντες πρòς αὐτούς
13 Πιλα̃τος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερει̃ς καὶ τοὺς ἄρχοντας καὶ τòν λαòν
14 εἰ̃πεν πρòς αὐτούς προσηνέγκατέ μοι τòν ἄνθρωπον του̃τον ὡς ἀποστρέφοντα τòν λαόν καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμω̃ν ἀνακρίνας οὐθὲν εὑ̃ρον ἐν τω̨̃ ἀνθρώπω̨ τούτω̨ αἴτιον ὡ̃ν κατηγορει̃τε κατ' αὐτου̃
15 ἀλλ' οὐδὲ ‘Ηρώ̨δης ἀνέπεμψεν γὰρ αὐτòν πρòς ἡμα̃ς καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτω̨̃
16 παιδεύσας οὐ̃ν αὐτòν ἀπολύσω
17 ...
18 ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες αἰ̃ρε του̃τον ἀπόλυσον δὲ ἡμι̃ν τòν Βαραββα̃ν
19 ὅστις ἠ̃ν διὰ στάσιν τινὰ γενομένην ἐν τη̨̃ πόλει καὶ φόνον βληθεὶς ἐν τη̨̃ φυλακη̨̃
20 πάλιν δὲ ὁ Πιλα̃τος προσεφώνησεν αὐτοι̃ς θέλων ἀπολυ̃σαι τòν ’Ιησου̃ν
21 οἱ δὲ ἐπεφώνουν λέγοντες σταύρου σταύρου αὐτόν
22 ὁ δὲ τρίτον εἰ̃πεν πρòς αὐτούς τί γὰρ κακòν ἐποίησεν οὑ̃τος οὐδὲν αἴτιον θανάτου εὑ̃ρον ἐν αὐτω̨̃ παιδεύσας οὐ̃ν αὐτòν ἀπολύσω
23 οἱ δὲ ἐπέκειντο φωναι̃ς μεγάλαις αἰτούμενοι αὐτòν σταυρωθη̃ναι καὶ κατίσχυον αἱ φωναὶ αὐτω̃ν
24 καὶ Πιλα̃τος ἐπέκρινεν γενέσθαι τò αἴτημα αὐτω̃ν
25 ἀπέλυσεν δὲ τòν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ἠ̨του̃ντο τòν δὲ ’Ιησου̃ν παρέδωκεν τω̨̃ θελήματι αὐτω̃ν
26 καὶ ὡς ἀπήγαγον αὐτόν ἐπιλαβόμενοι Σίμωνά τινα Κυρηναι̃ον ἐρχόμενον ἀπ' ἀγρου̃ ἐπέθηκαν αὐτω̨̃ τòν σταυρòν φέρειν ὄπισθεν του̃ ’Ιησου̃
27 ἠκολούθει δὲ αὐτω̨̃ πολὺ πλη̃θος του̃ λαου̃ καὶ γυναικω̃ν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν
28 στραφεὶς δὲ πρòς αὐτὰς ὁ ’Ιησου̃ς εἰ̃πεν θυγατέρες ’Ιερουσαλήμ μὴ κλαίετε ἐπ' ἐμέ πλὴν ἐφ' ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμω̃ν
29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἱ̃ς ἐρου̃σιν μακάριαι αἱ στει̃ραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν
30 τότε ἄρξονται λέγειν τοι̃ς ὄρεσιν πέσετε ἐφ' ἡμα̃ς καὶ τοι̃ς βουνοι̃ς καλύψατε ἡμα̃ς
31 ὅτι εἰ ἐν τω̨̃ ὑγρω̨̃ ξύλω̨ ταυ̃τα ποιου̃σιν ἐν τω̨̃ ξηρω̨̃ τί γένηται
32 ἤγοντο δὲ καὶ ἕτεροι κακου̃ργοι δύο σὺν αὐτω̨̃ ἀναιρεθη̃ναι
33 καὶ ὅτε ἠ̃λθον ἐπὶ τòν τόπον τòν καλούμενον κρανίον ἐκει̃ ἐσταύρωσαν αὐτòν καὶ τοὺς κακούργους ὃν μὲν ἐκ δεξιω̃ν ὃν δὲ ἐξ ἀριστερω̃ν
34 ὁ δὲ ’Ιησου̃ς ἔλεγεν πάτερ ἄφες αὐτοι̃ς οὐ γὰρ οἴδασιν τί ποιου̃σιν διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτου̃ ἔβαλον κλήρους
35 καὶ εἱστήκει ὁ λαòς θεωρω̃ν ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες ἄλλους ἔσωσεν σωσάτω ἑαυτόν εἰ οὑ̃τός ἐστιν ὁ Χριστòς του̃ θεου̃ ὁ ἐκλεκτός
36 ἐνέπαιξαν δὲ αὐτω̨̃ καὶ οἱ στρατιω̃ται προσερχόμενοι ὄξος προσφέροντες αὐτω̨̃
37 καὶ λέγοντες εἰ σὺ εἰ̃ ὁ βασιλεὺς τω̃ν ’Ιουδαίων σω̃σον σεαυτόν
38 ἠ̃ν δὲ καὶ ἐπιγραφὴ ἐπ' αὐτω̨̃ ὁ βασιλεὺς τω̃ν ’Ιουδαίων οὑ̃τος
39 εἱ̃ς δὲ τω̃ν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτòν λέγων οὐχὶ σὺ εἰ̃ ὁ Χριστός σω̃σον σεαυτòν καὶ ἡμα̃ς
40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμω̃ν αὐτω̨̃ ἔφη οὐδὲ φοβη̨̃ σὺ τòν θεόν ὅτι ἐν τω̨̃ αὐτω̨̃ κρίματι εἰ̃
41 καὶ ἡμει̃ς μὲν δικαίως ἄξια γὰρ ὡ̃ν ἐπράξαμεν ἀπολαμβάνομεν οὑ̃τος δὲ οὐδὲν ἄτοπον ἔπραξεν
42 καὶ ἔλεγεν ’Ιησου̃ μνήσθητί μου ὅταν ἔλθη̨ς εἰς τὴν βασιλείαν σου
43 καὶ εἰ̃πεν αὐτω̨̃ ἀμήν σοι λέγω σήμερον μετ' ἐμου̃ ἔση̨ ἐν τω̨̃ παραδείσω̨
44 καὶ ἠ̃ν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ' ὅλην τὴν γη̃ν ἕως ὥρας ἐνάτης
45 του̃ ἡλίου ἐκλιπόντος ἐσχίσθη δὲ τò καταπέτασμα του̃ ναου̃ μέσον
46 καὶ φωνήσας φωνη̨̃ μεγάλη̨ ὁ ’Ιησου̃ς εἰ̃πεν πάτερ εἰς χει̃ράς σου παρατίθεμαι τò πνευ̃μά μου του̃το δὲ εἰπὼν ἐξέπνευσεν
47 ἰδὼν δὲ ὁ ἑκατοντάρχης τò γενόμενον ἐδόξαζεν τòν θεòν λέγων ὄντως ὁ ἄνθρωπος οὑ̃τος δίκαιος ἠ̃ν
48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην θεωρήσαντες τὰ γενόμενα τύπτοντες τὰ στήθη ὑπέστρεφον
49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτω̨̃ ἀπò μακρόθεν καὶ γυναι̃κες αἱ συνακολουθου̃σαι αὐτω̨̃ ἀπò τη̃ς Γαλιλαίας ὁρω̃σαι ταυ̃τα
50 καὶ ἰδοὺ ἀνὴρ ὀνόματι ’Ιωσὴφ βουλευτὴς ὑπάρχων καὶ ἀνὴρ ἀγαθòς καὶ δίκαιος
51 οὑ̃τος οὐκ ἠ̃ν συγκατατεθειμένος τη̨̃ βουλη̨̃ καὶ τη̨̃ πράξει αὐτω̃ν ἀπò ‘Αριμαθαίας πόλεως τω̃ν ’Ιουδαίων ὃς προσεδέχετο τὴν βασιλείαν του̃ θεου̃
52 οὑ̃τος προσελθὼν τω̨̃ Πιλάτω̨ ἠ̨τήσατο τò σω̃μα του̃ ’Ιησου̃
53 καὶ καθελὼν ἐνετύλιξεν αὐτò σινδόνι καὶ ἔθηκεν αὐτòν ἐν μνήματι λαξευτω̨̃ οὑ̃ οὐκ ἠ̃ν οὐδεὶς οὔπω κείμενος
54 καὶ ἡμέρα ἠ̃ν παρασκευη̃ς καὶ σάββατον ἐπέφωσκεν
55 κατακολουθήσασαι δὲ αἱ γυναι̃κες αἵτινες ἠ̃σαν συνεληλυθυι̃αι ἐκ τη̃ς Γαλιλαίας αὐτω̨̃ ἐθεάσαντο τò μνημει̃ον καὶ ὡς ἐτέθη τò σω̃μα αὐτου̃
56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα καὶ τò μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).