ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α,
κεφαλίς 11,
στἰχοι 4-9
4 καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες Ισραηλ εἰς Ιερουσαλημ αὕτη Ιεβους καὶ ἐκει̃ οἱ Ιεβουσαι̃οι οἱ κατοικου̃ντες τὴν γη̃ν |
5 εἰ̃παν δὲ οἱ κατοικου̃ντες Ιεβους τω̨̃ Δαυιδ οὐκ εἰσελεύση̨ ὡ̃δε καὶ προκατελάβετο τὴν περιοχὴν Σιων αὕτη ἡ πόλις Δαυιδ |
6 καὶ εἰ̃πεν Δαυιδ πα̃ς τύπτων Ιεβουσαι̃ον ἐν πρώτοις καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν καὶ ἀνέβη ἐπ' αὐτὴν ἐν πρώτοις Ιωαβ υἱὸς Σαρουια καὶ ἐγένετο εἰς ἄρχοντα |
7 καὶ ἐκάθισεν Δαυιδ ἐν τη̨̃ περιοχη̨̃ διὰ του̃το ἐκάλεσεν αὐτὴν πόλιν Δαυιδ |
8 καὶ ὠ̨κοδόμησεν τὴν πόλιν κύκλω̨ καὶ ἐπολέμησεν καὶ ἔλαβεν τὴν πόλιν |
9 καὶ ἐπορεύετο Δαυιδ πορευόμενος καὶ μεγαλυνόμενος καὶ κύριος παντοκράτωρ μετ' αὐτου̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.