ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α,
κεφαλίς 14
1 καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυιδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους τοίχων καὶ τέκτονας ξύλων του̃ οἰκοδομη̃σαι αὐτω̨̃ οἰ̃κον |
2 καὶ ἔγνω Δαυιδ ὅτι ἡτοίμησεν αὐτὸν κύριος ἐπὶ Ισραηλ ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτου̃ διὰ τὸν λαὸν αὐτου̃ Ισραηλ |
3 καὶ ἔλαβεν Δαυιδ ἔτι γυναι̃κας ἐν Ιερουσαλημ καὶ ἐτέχθησαν Δαυιδ ἔτι υἱοὶ καὶ θυγατέρες |
4 καὶ ταυ̃τα τὰ ὀνόματα αὐτω̃ν τω̃ν τεχθέντων οἳ ἠ̃σαν αὐτω̨̃ ἐν Ιερουσαλημ Σαμαα Ισοβααμ Ναθαν Σαλωμων |
5 καὶ Ιβααρ καὶ Ελισαε καὶ Ελιφαλετ |
6 καὶ Ναγε καὶ Ναφαγ καὶ Ιανουου |
7 καὶ Ελισαμαε καὶ Βαλεγδαε καὶ Ελιφαλετ |
8 καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυιδ βασιλεὺς ἐπὶ πάντα Ισραηλ καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητη̃σαι τὸν Δαυιδ καὶ ἤκουσεν Δαυιδ καὶ ἐξη̃λθεν εἰς ἀπάντησιν αὐτοι̃ς |
9 καὶ ἀλλόφυλοι ἠ̃λθον καὶ συνέπεσον ἐν τη̨̃ κοιλάδι τω̃ν γιγάντων |
10 καὶ ἠρώτησεν Δαυιδ διὰ του̃ θεου̃ λέγων εἰ ἀναβω̃ ἐπὶ τοὺς ἀλλοφύλους καὶ δώσεις αὐτοὺς εἰς τὰς χει̃ράς μου καὶ εἰ̃πεν αὐτω̨̃ κύριος ἀνάβηθι καὶ δώσω αὐτοὺς εἰς τὰς χει̃ράς σου |
11 καὶ ἀνέβη εἰς Βααλφαρασιν καὶ ἐπάταξεν αὐτοὺς ἐκει̃ Δαυιδ καὶ εἰ̃πεν Δαυιδ διέκοψεν ὁ θεὸς τοὺς ἐχθρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὕδατος διὰ του̃το ἐκάλεσεν τὸ ὄνομα του̃ τόπου ἐκείνου Διακοπὴ φαρασιν |
12 καὶ ἐγκατέλιπον ἐκει̃ τοὺς θεοὺς αὐτω̃ν καὶ εἰ̃πεν Δαυιδ κατακαυ̃σαι αὐτοὺς ἐν πυρί |
13 καὶ προσέθεντο ἔτι ἀλλόφυλοι καὶ συνέπεσαν ἔτι ἐν τη̨̃ κοιλάδι τω̃ν γιγάντων |
14 καὶ ἠρώτησεν Δαυιδ ἔτι ἐν θεω̨̃ καὶ εἰ̃πεν αὐτω̨̃ ὁ θεός οὐ πορεύση̨ ὀπίσω αὐτω̃ν ἀποστρέφου ἀπ' αὐτω̃ν καὶ παρέση̨ αὐτοι̃ς πλησίον τω̃ν ἀπίων |
15 καὶ ἔσται ἐν τω̨̃ ἀκου̃σαί σε τὴν φωνὴν του̃ συσσεισμου̃ τω̃ν ἄκρων τω̃ν ἀπίων τότε ἐξελεύση̨ εἰς τὸν πόλεμον ὅτι ἐξη̃λθεν ὁ θεὸς ἔμπροσθέν σου του̃ πατάξαι τὴν παρεμβολὴν τω̃ν ἀλλοφύλων |
16 καὶ ἐποίησεν καθὼς ἐνετείλατο αὐτω̨̃ ὁ θεός καὶ ἐπάταξεν τὴν παρεμβολὴν τω̃ν ἀλλοφύλων ἀπὸ Γαβαων ἕως Γαζαρα |
17 καὶ ἐγένετο ὄνομα Δαυιδ ἐν πάση̨ τη̨̃ γη̨̃ καὶ κύριος ἔδωκεν τὸν φόβον αὐτου̃ ἐπὶ πάντα τὰ ἔθνη |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.