1 καὶ εἰσήνεγκαν τὴν κιβωτὸν του̃ θεου̃ καὶ ἀπηρείσαντο αὐτὴν ἐν μέσω̨ τη̃ς σκηνη̃ς ἡ̃ς ἔπηξεν αὐτη̨̃ Δαυιδ καὶ προσήνεγκαν ὁλοκαυτώματα καὶ σωτηρίου ἐναντίον του̃ θεου̃ |
2 καὶ συνετέλεσεν Δαυιδ ἀναφέρων ὁλοκαυτώματα καὶ σωτηρίου καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι κυρίου |
3 καὶ διεμέρισεν παντὶ ἀνδρὶ Ισραηλ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς τω̨̃ ἀνδρὶ ἄρτον ἕνα ἀρτοκοπικὸν καὶ ἀμορίτην |
4 καὶ ἔταξεν κατὰ πρόσωπον τη̃ς κιβωτου̃ διαθήκης κυρίου ἐκ τω̃ν Λευιτω̃ν λειτουργου̃ντας ἀναφωνου̃ντας καὶ ἐξομολογει̃σθαι καὶ αἰνει̃ν κύριον τὸν θεὸν Ισραηλ |
5 Ασαφ ὁ ἡγούμενος καὶ δευτερεύων αὐτω̨̃ Ζαχαριας Ιιηλ Σεμιραμωθ Ιιηλ Ματταθιας Ελιαβ καὶ Βαναιας καὶ Αβδεδομ καὶ Ιιηλ ἐν ὀργάνοις νάβλαις καὶ κινύραις καὶ Ασαφ ἐν κυμβάλοις ἀναφωνω̃ν |
6 καὶ Βαναιας καὶ Οζιηλ οἱ ἱερει̃ς ἐν ται̃ς σάλπιγξιν διὰ παντὸς ἐναντίον τη̃ς κιβωτου̃ τη̃ς διαθήκης του̃ θεου̃ |
7 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τότε ἔταξεν Δαυιδ ἐν ἀρχη̨̃ του̃ αἰνει̃ν τὸν κύριον ἐν χειρὶ Ασαφ καὶ τω̃ν ἀδελφω̃ν αὐτου̃ |
8 ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ἐπικαλει̃σθε αὐτὸν ἐν ὀνόματι αὐτου̃ γνωρίσατε ἐν λαοι̃ς τὰ ἐπιτηδεύματα αὐτου̃ |
9 ἄ̨σατε αὐτω̨̃ καὶ ὑμνήσατε αὐτω̨̃ διηγήσασθε πα̃σιν τὰ θαυμάσια αὐτου̃ ἃ ἐποίησεν κύριος |
10 αἰνει̃τε ἐν ὀνόματι ἁγίω̨ αὐτου̃ εὐφρανθήσεται καρδία ζητου̃σα τὴν εὐδοκίαν αὐτου̃ |
11 ζητήσατε τὸν κύριον καὶ ἰσχύσατε ζητήσατε τὸ πρόσωπον αὐτου̃ διὰ παντός |
12 μνημονεύετε τὰ θαυμάσια αὐτου̃ ἃ ἐποίησεν τέρατα καὶ κρίματα του̃ στόματος αὐτου̃ |
13 σπέρμα Ισραηλ παι̃δες αὐτου̃ υἱοὶ Ιακωβ ἐκλεκτοὶ αὐτου̃ |
14 αὐτὸς κύριος ὁ θεὸς ἡμω̃ν ἐν πάση̨ τη̨̃ γη̨̃ τὰ κρίματα αὐτου̃ |
15 μνημονεύων εἰς αἰω̃να διαθήκης αὐτου̃ λόγον αὐτου̃ ὃν ἐνετείλατο εἰς χιλίας γενεάς |
16 ὃν διέθετο τω̨̃ Αβρααμ καὶ τὸν ὅρκον αὐτου̃ τω̨̃ Ισαακ |
17 ἔστησεν αὐτὸν τω̨̃ Ιακωβ εἰς πρόσταγμα τω̨̃ Ισραηλ διαθήκην αἰώνιον |
18 λέγων σοὶ δώσω τὴν γη̃ν Χανααν σχοίνισμα κληρονομίας ὑμω̃ν |
19 ἐν τω̨̃ γενέσθαι αὐτοὺς ὀλιγοστοὺς ἀριθμω̨̃ ὡς ἐσμικρύνθησαν καὶ παρώ̨κησαν ἐν αὐτη̨̃ |
20 καὶ ἐπορεύθησαν ἀπὸ ἔθνους εἰς ἔθνος καὶ ἀπὸ βασιλείας εἰς λαὸν ἕτερον |
21 οὐκ ἀφη̃κεν ἄνδρα του̃ δυναστευ̃σαι αὐτοὺς καὶ ἤλεγξεν περὶ αὐτω̃ν βασιλει̃ς |
22 μὴ ἅψησθε τω̃ν χριστω̃ν μου καὶ ἐν τοι̃ς προφήταις μου μὴ πονηρεύεσθε |
23 ἄ̨σατε τω̨̃ κυρίω̨ πα̃σα ἡ γη̃ ἀναγγείλατε ἐξ ἡμέρας εἰς ἡμέραν σωτηρίαν αὐτου̃ |
|
25 ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς |
26 ὅτι πάντες οἱ θεοὶ τω̃ν ἐθνω̃ν εἴδωλα καὶ ὁ θεὸς ἡμω̃ν οὐρανὸν ἐποίησεν |
27 δόξα καὶ ἔπαινος κατὰ πρόσωπον αὐτου̃ ἰσχὺς καὶ καύχημα ἐν τόπω̨ αὐτου̃ |
28 δότε τω̨̃ κυρίω̨ πατριαὶ τω̃ν ἐθνω̃ν δότε τω̨̃ κυρίω̨ δόξαν καὶ ἰσχύν |
29 δότε τω̨̃ κυρίω̨ δόξαν ὀνόματος αὐτου̃ λάβετε δω̃ρα καὶ ἐνέγκατε κατὰ πρόσωπον αὐτου̃ καὶ προσκυνήσατε τω̨̃ κυρίω̨ ἐν αὐλαι̃ς ἁγίαις αὐτου̃ |
30 φοβηθήτω ἀπὸ προσώπου αὐτου̃ πα̃σα ἡ γη̃ κατορθωθήτω ἡ γη̃ καὶ μὴ σαλευθήτω |
31 εὐφρανθήτω ὁ οὐρανός καὶ ἀγαλλιάσθω ἡ γη̃ καὶ εἰπάτωσαν ἐν τοι̃ς ἔθνεσιν κύριος βασιλεύων |
32 βομβήσει ἡ θάλασσα σὺν τω̨̃ πληρώματι καὶ ξύλον ἀγρου̃ καὶ πάντα τὰ ἐν αὐτω̨̃ |
33 τότε εὐφρανθήσεται τὰ ξύλα του̃ δρυμου̃ ἀπὸ προσώπου κυρίου ὅτι ἠ̃λθεν κρι̃ναι τὴν γη̃ν |
34 ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ |
35 καὶ εἴπατε σω̃σον ἡμα̃ς ὁ θεὸς τη̃ς σωτηρίας ἡμω̃ν καὶ ἐξελου̃ ἡμα̃ς ἐκ τω̃ν ἐθνω̃ν του̃ αἰνει̃ν τὸ ὄνομα τὸ ἅγιόν σου καὶ καυχα̃σθαι ἐν ται̃ς αἰνέσεσίν σου |
36 εὐλογημένος κύριος ὁ θεὸς Ισραηλ ἀπὸ του̃ αἰω̃νος καὶ ἕως του̃ αἰω̃νος καὶ ἐρει̃ πα̃ς ὁ λαός αμην καὶ ἤ̨νεσαν τω̨̃ κυρίω̨ |
37 καὶ κατέλιπον ἐκει̃ ἔναντι τη̃ς κιβωτου̃ διαθήκης κυρίου τὸν Ασαφ καὶ τοὺς ἀδελφοὺς αὐτου̃ του̃ λειτουργει̃ν ἐναντίον τη̃ς κιβωτου̃ διὰ παντὸς τὸ τη̃ς ἡμέρας εἰς ἡμέραν |
38 καὶ Αβδεδομ καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἑξήκοντα καὶ ὀκτώ καὶ Αβδεδομ υἱὸς Ιδιθων καὶ Οσσα εἰς πυλωρούς |
39 καὶ τὸν Σαδωκ τὸν ἱερέα καὶ τοὺς ἀδελφοὺς αὐτου̃ τοὺς ἱερει̃ς ἐναντίον σκηνη̃ς κυρίου ἐν Βαμα τη̨̃ ἐν Γαβαων |
40 του̃ ἀναφέρειν ὁλοκαυτώματα τω̨̃ κυρίω̨ ἐπὶ του̃ θυσιαστηρίου τω̃ν ὁλοκαυτωμάτων διὰ παντὸς τὸ πρωὶ καὶ τὸ ἑσπέρας καὶ κατὰ πάντα τὰ γεγραμμένα ἐν νόμω̨ κυρίου ὅσα ἐνετείλατο ἐφ' υἱοι̃ς Ισραηλ ἐν χειρὶ Μωυση̃ του̃ θεράποντος του̃ θεου̃ |
41 καὶ μετ' αὐτου̃ Αιμαν καὶ Ιδιθων καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπ' ὀνόματος του̃ αἰνει̃ν τὸν κύριον ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ |
42 καὶ μετ' αὐτω̃ν σάλπιγγες καὶ κύμβαλα του̃ ἀναφωνει̃ν καὶ ὄργανα τω̃ν ὠ̨δω̃ν του̃ θεου̃ υἱοὶ Ιδιθων εἰς τὴν πύλην |
43 καὶ ἐπορεύθη ἅπας ὁ λαὸς ἕκαστος εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ ἐπέστρεψεν Δαυιδ του̃ εὐλογη̃σαι τὸν οἰ̃κον αὐτου̃ |