1 εἰς διαιρέσεις τω̃ν πυλω̃ν υἱοι̃ς Κορεϊμ Μοσολλαμια υἱὸς Κωρη ἐκ τω̃ν υἱω̃ν Αβιασαφ |
2 καὶ τω̨̃ Μοσολλαμια υἱοί Ζαχαριας ὁ πρωτότοκος Ιδιηλ ὁ δεύτερος Ζαβαδιας ὁ τρίτος Ιεθνουηλ ὁ τέταρτος |
3 Ωλαμ ὁ πέμπτος Ιωαναν ὁ ἕκτος Ελιωηναι ὁ ἕβδομος |
4 καὶ τω̨̃ Αβδεδομ υἱοί Σαμαιας ὁ πρωτότοκος Ιωζαβαδ ὁ δεύτερος Ιωαα ὁ τρίτος Σωχαρ ὁ τέταρτος Ναθαναηλ ὁ πέμπτος |
5 Αμιηλ ὁ ἕκτος Ισσαχαρ ὁ ἕβδομος Φολλαθι ὁ ὄγδοος ὅτι εὐλόγησεν αὐτὸν ὁ θεός |
6 καὶ τω̨̃ Σαμαια υἱω̨̃ αὐτου̃ ἐτέχθησαν υἱοὶ του̃ πρωτοτόκου Ρωσαι εἰς τὸν οἰ̃κον τὸν πατρικὸν αὐτου̃ ὅτι δυνατοὶ ἠ̃σαν |
7 υἱοὶ Σαμαια Γοθνι καὶ Ραφαηλ καὶ Ωβηδ καὶ Ελζαβαδ καὶ Αχιου υἱοὶ δυνατοί Ελιου καὶ Σαβχια καὶ Ισβακωμ |
8 πάντες ἀπὸ τω̃ν υἱω̃ν Αβδεδομ αὐτοὶ καὶ οἱ ἀδελφοὶ αὐτω̃ν καὶ υἱοὶ αὐτω̃ν ποιου̃ντες δυνατω̃ς ἐν τη̨̃ ἐργασία̨ οἱ πάντες ἑξήκοντα δύο τω̨̃ Αβδεδομ |
9 καὶ τω̨̃ Μοσολλαμια υἱοὶ καὶ ἀδελφοὶ δέκα καὶ ὀκτὼ δυνατοί |
10 καὶ τω̨̃ Ωσα τω̃ν υἱω̃ν Μεραρι υἱοὶ φυλάσσοντες τὴν ἀρχήν ὅτι οὐκ ἠ̃ν πρωτότοκος καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτου̃ ἄρχοντα |
11 τη̃ς διαιρέσεως τη̃ς δευτέρας Ταβλαι ὁ τρίτος Ζαχαριας ὁ τέταρτος πάντες οὑ̃τοι υἱοὶ καὶ ἀδελφοὶ τω̨̃ Ωσα τρισκαίδεκα |
12 τούτοις αἱ διαιρέσεις τω̃ν πυλω̃ν τοι̃ς ἄρχουσι τω̃ν δυνατω̃ν ἐφημερίαι καθὼς οἱ ἀδελφοὶ αὐτω̃ν λειτουργει̃ν ἐν οἴκω̨ κυρίου |
13 καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κατ' οἴκους πατριω̃ν αὐτω̃ν εἰς πυλω̃να καὶ πυλω̃να |
14 καὶ ἔπεσεν ὁ κλη̃ρος τω̃ν πρὸς ἀνατολὰς τω̨̃ Σαλαμια καὶ Ζαχαρια υἱοὶ Ιωας τω̨̃ Μελχια ἔβαλον κλήρους καὶ ἐξη̃λθεν ὁ κλη̃ρος βορρα̃ |
15 τω̨̃ Αβδεδομ νότον κατέναντι οἴκου εσεφιν |
16 εἰς δεύτερον τω̨̃ Ωσα πρὸς δυσμαι̃ς μετὰ τὴν πύλην παστοφορίου τη̃ς ἀναβάσεως φυλακὴ κατέναντι φυλακη̃ς |
17 πρὸς ἀνατολὰς ἓξ τὴν ἡμέραν βορρα̃ τη̃ς ἡμέρας τέσσαρες νότον τη̃ς ἡμέρας τέσσαρες καὶ εἰς τὸ εσεφιν δύο |
18 εἰς διαδεχομένους καὶ πρὸς δυσμαι̃ς τέσσαρες καὶ εἰς τὸν τρίβον δύο διαδεχομένους |
19 αὑ̃ται αἱ διαιρέσεις τω̃ν πυλωρω̃ν τοι̃ς υἱοι̃ς Κορε καὶ τοι̃ς υἱοι̃ς Μεραρι |
20 καὶ οἱ Λευι̃ται ἀδελφοὶ αὐτω̃ν ἐπὶ τω̃ν θησαυρω̃ν οἴκου κυρίου καὶ ἐπὶ τω̃ν θησαυρω̃ν τω̃ν καθηγιασμένων |
21 υἱοὶ Λαδαν υἱοὶ τω̨̃ Γηρσωνι τω̨̃ Λαδαν ἄρχοντες πατριω̃ν τω̨̃ Λαδαν τω̨̃ Γηρσωνι Ιιηλ |
22 καὶ υἱοὶ Ιιηλ Ζεθομ καὶ Ιωηλ οἱ ἀδελφοὶ ἐπὶ τω̃ν θησαυρω̃ν οἴκου κυρίου |
23 τω̨̃ Αμβραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ |
24 καὶ Σουβαηλ ὁ του̃ Γηρσαμ του̃ Μωυση̃ ἡγούμενος ἐπὶ τω̃ν θησαυρω̃ν |
25 καὶ τω̨̃ ἀδελφω̨̃ αὐτου̃ τω̨̃ Ελιεζερ Ρααβιας υἱὸς καὶ Ιωσαιας καὶ Ιωραμ καὶ Ζεχρι καὶ Σαλωμωθ |
26 αὐτὸς Σαλωμωθ καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἐπὶ πάντων τω̃ν θησαυρω̃ν τω̃ν ἁγίων οὓς ἡγίασεν Δαυιδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τω̃ν πατριω̃ν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τη̃ς δυνάμεως |
27 ἃ ἔλαβεν ἐκ τω̃ν πολέμων καὶ ἐκ τω̃ν λαφύρων καὶ ἡγίασεν ἀπ' αὐτω̃ν του̃ μὴ καθυστερη̃σαι τὴν οἰκοδομὴν του̃ οἴκου του̃ θεου̃ |
28 καὶ ἐπὶ πάντων τω̃ν ἁγίων Σαμουηλ του̃ προφήτου καὶ Σαουλ του̃ Κις καὶ Αβεννηρ του̃ Νηρ καὶ Ιωαβ του̃ Σαρουια πα̃ν ὃ ἡγίασαν διὰ χειρὸς Σαλωμωθ καὶ τω̃ν ἀδελφω̃ν αὐτου̃ |
29 τω̨̃ Ισσαρι Χωνενια καὶ υἱοὶ αὐτου̃ τη̃ς ἐργασίας τη̃ς ἔξω ἐπὶ τὸν Ισραηλ του̃ γραμματεύειν καὶ διακρίνειν |
30 τω̨̃ Χεβρωνι Ασαβιας καὶ οἱ ἀδελφοὶ αὐτου̃ υἱοὶ δυνατοί χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τη̃ς ἐπισκέψεως του̃ Ισραηλ πέραν του̃ Ιορδάνου πρὸς δυσμαι̃ς εἰς πα̃σαν λειτουργίαν κυρίου καὶ ἐργασίαν του̃ βασιλέως |
31 του̃ Χεβρωνι Ιουδιας ὁ ἄρχων τω̃ν Χεβρωνι κατὰ γενέσεις αὐτω̃ν κατὰ πατριάς ἐν τω̨̃ τεσσαρακοστω̨̃ ἔτει τη̃ς βασιλείας αὐτου̃ ἐπεσκέπησαν καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοι̃ς ἐν Ιαζηρ τη̃ς Γαλααδίτιδος |
32 καὶ οἱ ἀδελφοὶ αὐτου̃ υἱοὶ δυνατοί δισχίλιοι ἑπτακόσιοι ἄρχοντες πατριω̃ν καὶ κατέστησεν αὐτοὺς Δαυιδ ὁ βασιλεὺς ἐπὶ του̃ Ρουβηνι καὶ Γαδδι καὶ ἡμίσους φυλη̃ς Μανασση εἰς πα̃ν πρόσταγμα κυρίου καὶ λόγον βασιλέως |