1 καὶ υἱοὶ Ιουδα Φαρες Αρσων καὶ Χαρμι καὶ Ωρ Σουβαλ |
2 καὶ Ραια υἱὸς αὐτου̃ καὶ Σουβαλ ἐγέννησεν τὸν Ιεθ καὶ Ιεθ ἐγέννησεν τὸν Αχιμι καὶ τὸν Λααδ αὑ̃ται αἱ γενέσεις του̃ Σαραθι |
3 καὶ οὑ̃τοι υἱοὶ Αιταμ Ιεζραηλ καὶ Ραγμα καὶ Ιαβας καὶ ὄνομα ἀδελφη̃ς αὐτω̃ν Εσηλεββων |
4 καὶ Φανουηλ πατὴρ Γεδωρ καὶ Αζηρ πατὴρ Ωσαν οὑ̃τοι υἱοὶ Ωρ του̃ πρωτοτόκου Εφραθα πατρὸς Βαιθλαεμ |
5 καὶ τω̨̃ Σαουρ πατρὶ Θεκωε ἠ̃σαν δύο γυναι̃κες Αωδα καὶ Θοαδα |
6 καὶ ἔτεκεν αὐτω̨̃ Αωδα τὸν Ωχαζαμ καὶ τὸν Ηφαδ καὶ τὸν Θαιμαν καὶ τὸν Ασθηραν πάντες οὑ̃τοι υἱοὶ Αωδας |
7 καὶ υἱοὶ Θοαδα Σαρεθ καὶ Σααρ καὶ Εθναν |
8 καὶ Κως ἐγέννησεν τὸν Ενωβ καὶ τὸν Σαβηβα καὶ γεννήσεις ἀδελφου̃ Ρηχαβ υἱου̃ Ιαριμ |
9 καὶ ἠ̃ν Ιγαβης ἔνδοξος ὑπὲρ τοὺς ἀδελφοὺς αὐτου̃ καὶ ἡ μήτηρ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Ιγαβης λέγουσα ἔτεκον ὡς γαβης |
10 καὶ ἐπεκαλέσατο Ιγαβης τὸν θεὸν Ισραηλ λέγων ἐὰν εὐλογω̃ν εὐλογήση̨ς με καὶ πληθύνη̨ς τὰ ὅριά μου καὶ ἠ̨̃ ἡ χείρ σου μετ' ἐμου̃ καὶ ποιήσεις γνω̃σιν του̃ μὴ ταπεινω̃σαί με καὶ ἐπήγαγεν ὁ θεὸς πάντα ὅσα ἠ̨τήσατο |
11 καὶ Χαλεβ πατὴρ Ασχα ἐγέννησεν τὸν Μαχιρ οὑ̃τος πατὴρ Ασσαθων |
12 καὶ Ασσαθων ἐγέννησεν τὸν Βαθρεφαν καὶ τὸν Φεσσηε καὶ τὸν Θανα πατέρα πόλεως Ναας ἀδελφου̃ Εσελων του̃ Κενεζι οὑ̃τοι ἄνδρες Ρηφα |
13 καὶ υἱοὶ Κενεζ Γοθονιηλ καὶ Σαραια καὶ υἱοὶ Γοθονιηλ Αθαθ |
14 καὶ Μαναθι ἐγέννησεν τὸν Γοφερα καὶ Σαραια ἐγέννησεν τὸν Ιωαβ πατέρα Αγεαδδαϊρ ὅτι τέκτονες ἠ̃σαν |
15 καὶ υἱοὶ Χαλεβ υἱου̃ Ιεφοννη Ηρα Αλα καὶ Νοομ καὶ υἱοὶ Αλα Κενεζ |
16 καὶ υἱὸς αὐτου̃ Γεσεηλ Αμηαχι καὶ Ζαφα καὶ Ζαιρα καὶ Εσεραηλ |
17 καὶ υἱοὶ Εσρι Ιεθερ Μωραδ καὶ Αφερ καὶ Ιαλων καὶ ἐγέννησεν Ιεθερ τὸν Μαρων καὶ τὸν Σεμαι καὶ τὸν Μαρεθ πατέρα Εσθεμων |
18 καὶ ἡ γυνὴ αὐτου̃ αὕτη Αδια ἔτεκεν τὸν Ιαρεδ πατέρα Γεδωρ καὶ τὸν Αβερ πατέρα Σωχων καὶ τὸν Ιεκθιηλ πατέρα Ζανω καὶ οὑ̃τοι υἱοὶ Γελια θυγατρὸς Φαραω ἣν ἔλαβεν Μωρηδ |
19 καὶ υἱοὶ γυναικὸς τη̃ς Ιδουιας ἀδελφη̃ς Ναχεμ καὶ Δαλια πατὴρ Κεϊλα καὶ Σεμειων πατὴρ Ιωμαν καὶ υἱοὶ Ναημ πατρὸς Κεϊλα Αγαρμι καὶ Εσθεμωη Μαχαθι |
20 καὶ υἱοὶ Σεμιων Αμνων καὶ Ρανα υἱὸς Αναν καὶ Θιλων καὶ υἱοὶ Ισεϊ Ζωαθ καὶ υἱοὶ Ζωαθ |
21 υἱοὶ Σηλωμ υἱου̃ Ιουδα Ηρ πατὴρ Ληχα καὶ Λααδα πατὴρ Μαρησα καὶ γενέσεις οἰκιω̃ν εφραθ αβακ τω̨̃ οἴκω̨ Εσοβα |
22 καὶ Ιωακιμ καὶ ἄνδρες Χωζηβα καὶ Ιωας καὶ Σαραφ οἳ κατώ̨κησαν ἐν Μωαβ καὶ ἀπέστρεψεν αὐτοὺς αβεδηριν αθουκιιν |
23 οὑ̃τοι κεραμει̃ς οἱ κατοικου̃ντες ἐν Ναταϊμ καὶ Γαδηρα μετὰ του̃ βασιλέως ἐν τη̨̃ βασιλεία̨ αὐτου̃ ἐνίσχυσαν καὶ κατώ̨κησαν ἐκει̃ |
24 υἱοὶ Συμεων Ναμουηλ καὶ Ιαμιν Ιαριβ Ζαρε Σαουλ |
25 Σαλεμ υἱὸς αὐτου̃ Μαβασαμ υἱὸς αὐτου̃ Μασμα υἱὸς αὐτου̃ |
26 Αμουηλ υἱὸς αὐτου̃ Σαβουδ υἱὸς αὐτου̃ Ζακχουρ υἱὸς αὐτου̃ Σεμεϊ υἱὸς αὐτου̃ |
27 καὶ τω̨̃ Σεμεϊ υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρει̃ς καὶ τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν οὐκ ἠ̃σαν υἱοὶ πολλοί καὶ πα̃σαι αἱ πατριαὶ αὐτω̃ν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ Ιουδα |
28 καὶ κατώ̨κησαν ἐν Βηρσαβεε καὶ Σαμα καὶ Μωλαδα καὶ Εσηρσουαλ |
29 καὶ ἐν Βαλαα καὶ Βοασομ καὶ Θουλαδ |
30 καὶ Βαθουηλ καὶ Ερμα καὶ Σεκλαγ |
31 καὶ Βαιθμαρχαβωθ καὶ ἥμισυ Σωσιμ καὶ οἰ̃κον Βαρουμσεωριμ αὑ̃ται πόλεις αὐτω̃ν ἕως βασιλέως Δαυιδ |
32 καὶ ἐπαύλεις αὐτω̃ν Αιταμ καὶ Ηνρεμμων καὶ Θοκκαν καὶ Αισαν πόλεις πέντε |
33 καὶ πα̃σαι αἱ ἐπαύλεις αὐτω̃ν κύκλω̨ τω̃ν πόλεων τούτων ἕως Βααλ αὕτη ἡ κατάσχεσις αὐτω̃ν καὶ ὁ καταλοχισμὸς αὐτω̃ν |
34 καὶ Μοσωβαβ καὶ Ιεμολοχ καὶ Ιωσια υἱὸς Αμασια |
35 καὶ Ιωηλ καὶ οὑ̃τος υἱὸς Ισαβια υἱὸς Σαραια υἱὸς Ασιηλ |
36 καὶ Ελιωηναι καὶ Ιακαβα καὶ Ιασουια καὶ Ασαια καὶ Εδιηλ καὶ Ισμαηλ καὶ Βαναια |
37 καὶ Ζουζα υἱὸς Σεφεϊ υἱου̃ Αλλων υἱου̃ Ιεδια υἱου̃ Σαμαρι υἱου̃ Σαμαιου |
38 οὑ̃τοι οἱ διελθόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ται̃ς γενέσεσιν αὐτω̃ν καὶ ἐν οἴκοις πατριω̃ν αὐτω̃ν ἐπληθύνθησαν εἰς πλη̃θος |
39 καὶ ἐπορεύθησαν ἕως του̃ ἐλθει̃ν Γεραρα ἕως τω̃ν ἀνατολω̃ν τη̃ς Γαι του̃ ζητη̃σαι νομὰς τοι̃ς κτήνεσιν αὐτω̃ν |
40 καὶ εὑ̃ρον νομὰς πίονας καὶ ἀγαθάς καὶ ἡ γη̃ πλατει̃α ἐναντίον αὐτω̃ν καὶ εἰρήνη καὶ ἡσυχία ὅτι ἐκ τω̃ν υἱω̃ν Χαμ τω̃ν κατοικούντων ἐκει̃ ἔμπροσθεν |
41 καὶ ἤλθοσαν οὑ̃τοι οἱ γεγραμμένοι ἐπ' ὀνόματος ἐν ἡμέραις Εζεκιου βασιλέως Ιουδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτω̃ν καὶ τοὺς Μιναίους οὓς εὕροσαν ἐκει̃ καὶ ἀνεθεμάτισαν αὐτοὺς ἕως τη̃ς ἡμέρας ταύτης καὶ ὤ̨κησαν ἀντ' αὐτω̃ν ὅτι νομαὶ τοι̃ς κτήνεσιν αὐτω̃ν ἐκει̃ |
42 καὶ ἐξ αὐτω̃ν ἀπὸ τω̃ν υἱω̃ν Συμεων ἐπορεύθησαν εἰς ὄρος Σηιρ ἄνδρες πεντακόσιοι καὶ Φαλεττια καὶ Νωαδια καὶ Ραφαια καὶ Οζιηλ υἱοὶ Ιεσι ἄρχοντες αὐτω̃ν |
43 καὶ ἐπάταξαν τοὺς καταλοίπους τοὺς καταλειφθέντας του̃ Αμαληκ καὶ κατώ̨κησαν ἐκει̃ ἕως τη̃ς ἡμέρας ταύτης |