Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 14,  στἰχοι 3-40

ὁ δὲ προφητεύων ἀνθρώποις λαλει̃ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν
ὁ λαλω̃ν γλώσση̨ ἑαυτòν οἰκοδομει̃ ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομει̃
θέλω δὲ πάντας ὑμα̃ς λαλει̃ν γλώσσαις μα̃λλον δὲ ἵνα προφητεύητε μείζων δὲ ὁ προφητεύων ἢ ὁ λαλω̃ν γλώσσαις ἐκτòς εἰ μὴ διερμηνεύη̨ ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβη̨
νυ̃ν δέ ἀδελφοί ἐὰν ἔλθω πρòς ὑμα̃ς γλώσσαις λαλω̃ν τί ὑμα̃ς ὠφελήσω ἐὰν μὴ ὑμι̃ν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητεία̨ ἢ ἐν διδαχη̨̃
ὅμως τὰ ἄψυχα φωνὴν διδόντα εἴτε αὐλòς εἴτε κιθάρα ἐὰν διαστολὴν τοι̃ς φθόγγοις μὴ δω̨̃ πω̃ς γνωσθήσεται τò αὐλούμενον ἢ τò κιθαριζόμενον
καὶ γὰρ ἐὰν ἄδηλον σάλπιγξ φωνὴν δω̨̃ τίς παρασκευάσεται εἰς πόλεμον
οὕτως καὶ ὑμει̃ς διὰ τη̃ς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δω̃τε πω̃ς γνωσθήσεται τò λαλούμενον ἔσεσθε γὰρ εἰς ἀέρα λαλου̃ντες
10 τοσαυ̃τα εἰ τύχοι γένη φωνω̃ν εἰσιν ἐν κόσμω̨ καὶ οὐδὲν ἄφωνον
11 ἐὰν οὐ̃ν μὴ εἰδω̃ τὴν δύναμιν τη̃ς φωνη̃ς ἔσομαι τω̨̃ λαλου̃ντι βάρβαρος καὶ ὁ λαλω̃ν ἐν ἐμοὶ βάρβαρος
12 οὕτως καὶ ὑμει̃ς ἐπεὶ ζηλωταί ἐστε πνευμάτων πρòς τὴν οἰκοδομὴν τη̃ς ἐκκλησίας ζητει̃τε ἵνα περισσεύητε
13 διò ὁ λαλω̃ν γλώσση̨ προσευχέσθω ἵνα διερμηνεύη̨
14 ἐὰν γὰρ προσεύχωμαι γλώσση̨ τò πνευ̃μά μου προσεύχεται ὁ δὲ νου̃ς μου ἄκαρπός ἐστιν
15 τί οὐ̃ν ἐστιν προσεύξομαι τω̨̃ πνεύματι προσεύξομαι δὲ καὶ τω̨̃ νοΐ ψαλω̃ τω̨̃ πνεύματι ψαλω̃ δὲ καὶ τω̨̃ νοΐ
16 ἐπεὶ ἐὰν εὐλογη̨̃ς ἐν πνεύματι ὁ ἀναπληρω̃ν τòν τόπον του̃ ἰδιώτου πω̃ς ἐρει̃ τò ἀμήν ἐπὶ τη̨̃ ση̨̃ εὐχαριστία̨ ἐπειδὴ τί λέγεις οὐκ οἰ̃δεν
17 σὺ μὲν γὰρ καλω̃ς εὐχαριστει̃ς ἀλλ' ὁ ἕτερος οὐκ οἰκοδομει̃ται
18 εὐχαριστω̃ τω̨̃ θεω̨̃ πάντων ὑμω̃ν μα̃λλον γλώσσαις λαλω̃
19 ἀλλὰ ἐν ἐκκλησία̨ θέλω πέντε λόγους τω̨̃ νοΐ μου λαλη̃σαι ἵνα καὶ ἄλλους κατηχήσω ἢ μυρίους λόγους ἐν γλώσση̨
20 ἀδελφοί μὴ παιδία γίνεσθε ται̃ς φρεσίν ἀλλὰ τη̨̃ κακία̨ νηπιάζετε ται̃ς δὲ φρεσὶν τέλειοι γίνεσθε
21 ἐν τω̨̃ νόμω̨ γέγραπται ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέρων λαλήσω τω̨̃ λαω̨̃ τούτω̨ καὶ οὐδ' οὕτως εἰσακούσονταί μου λέγει κύριος
22 ὥστε αἱ γλω̃σσαι εἰς σημει̃όν εἰσιν οὐ τοι̃ς πιστεύουσιν ἀλλὰ τοι̃ς ἀπίστοις ἡ δὲ προφητεία οὐ τοι̃ς ἀπίστοις ἀλλὰ τοι̃ς πιστεύουσιν
23 ἐὰν οὐ̃ν συνέλθη̨ ἡ ἐκκλησία ὅλη ἐπὶ τò αὐτò καὶ πάντες λαλω̃σιν γλώσσαις εἰσέλθωσιν δὲ ἰδιω̃ται ἢ ἄπιστοι οὐκ ἐρου̃σιν ὅτι μαίνεσθε
24 ἐὰν δὲ πάντες προφητεύωσιν εἰσέλθη̨ δέ τις ἄπιστος ἢ ἰδιώτης ἐλέγχεται ὑπò πάντων ἀνακρίνεται ὑπò πάντων
25 τὰ κρυπτὰ τη̃ς καρδίας αὐτου̃ φανερὰ γίνεται καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τω̨̃ θεω̨̃ ἀπαγγέλλων ὅτι ὄντως ὁ θεòς ἐν ὑμι̃ν ἐστιν
26 τί οὐ̃ν ἐστιν ἀδελφοί ὅταν συνέρχησθε ἕκαστος ψαλμòν ἔχει διδαχὴν ἔχει ἀποκάλυψιν ἔχει γλω̃σσαν ἔχει ἑρμηνείαν ἔχει πάντα πρòς οἰκοδομὴν γινέσθω
27 εἴτε γλώσση̨ τις λαλει̃ κατὰ δύο ἢ τò πλει̃στον τρει̃ς καὶ ἀνὰ μέρος καὶ εἱ̃ς διερμηνευέτω
28 ἐὰν δὲ μὴ ἠ̨̃ διερμηνευτής σιγάτω ἐν ἐκκλησία̨ ἑαυτω̨̃ δὲ λαλείτω καὶ τω̨̃ θεω̨̃
29 προφη̃ται δὲ δύο ἢ τρει̃ς λαλείτωσαν καὶ οἱ ἄλλοι διακρινέτωσαν
30 ἐὰν δὲ ἄλλω̨ ἀποκαλυφθη̨̃ καθημένω̨ ὁ πρω̃τος σιγάτω
31 δύνασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλω̃νται
32 καὶ πνεύματα προφητω̃ν προφήταις ὑποτάσσεται
33 οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεòς ἀλλὰ εἰρήνης ὡς ἐν πάσαις ται̃ς ἐκκλησίαις τω̃ν ἁγίων
34 αἱ γυναι̃κες ἐν ται̃ς ἐκκλησίαις σιγάτωσαν οὐ γὰρ ἐπιτρέπεται αὐται̃ς λαλει̃ν ἀλλὰ ὑποτασσέσθωσαν καθὼς καὶ ὁ νόμος λέγει
35 εἰ δέ τι μαθει̃ν θέλουσιν ἐν οἴκω̨ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν αἰσχρòν γάρ ἐστιν γυναικὶ λαλει̃ν ἐν ἐκκλησία̨
36 ἢ ἀφ' ὑμω̃ν ὁ λόγος του̃ θεου̃ ἐξη̃λθεν ἢ εἰς ὑμα̃ς μόνους κατήντησεν
37 εἴ τις δοκει̃ προφήτης εἰ̃ναι ἢ πνευματικός ἐπιγινωσκέτω ἃ γράφω ὑμι̃ν ὅτι κυρίου ἐστὶν ἐντολή
38 εἰ δέ τις ἀγνοει̃ ἀγνοει̃ται
39 ὥστε ἀδελφοί μου ζηλου̃τε τò προφητεύειν καὶ τò λαλει̃ν μὴ κωλύετε γλώσσαις
40 πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).