1 κἀγώ ἀδελφοί οὐκ ἠδυνήθην λαλη̃σαι ὑμι̃ν ὡς πνευματικοι̃ς ἀλλ' ὡς σαρκίνοις ὡς νηπίοις ἐν Χριστω̨̃ |
2 γάλα ὑμα̃ς ἐπότισα οὐ βρω̃μα οὔπω γὰρ ἐδύνασθε ἀλλ' οὐδὲ ἔτι νυ̃ν δύνασθε |
3 ἔτι γὰρ σαρκικοί ἐστε ὅπου γὰρ ἐν ὑμι̃ν ζη̃λος καὶ ἔρις οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατει̃τε |
4 ὅταν γὰρ λέγη̨ τις ἐγὼ μέν εἰμι Παύλου ἕτερος δέ ἐγὼ ’Απολλω̃ οὐκ ἄνθρωποί ἐστε |
5 τί οὐ̃ν ἐστιν ’Απολλω̃ς τί δέ ἐστιν Παυ̃λος διάκονοι δι' ὡ̃ν ἐπιστεύσατε καὶ ἑκάστω̨ ὡς ὁ κύριος ἔδωκεν |
6 ἐγὼ ἐφύτευσα ’Απολλω̃ς ἐπότισεν ἀλλὰ ὁ θεòς ηὔξανεν |
7 ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων ἀλλ' ὁ αὐξάνων θεός |
8 ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν ἕκαστος δὲ τòν ἴδιον μισθòν λήμψεται κατὰ τòν ἴδιον κόπον |
9 θεου̃ γάρ ἐσμεν συνεργοί θεου̃ γεώργιον θεου̃ οἰκοδομή ἐστε |
10 κατὰ τὴν χάριν του̃ θεου̃ τὴν δοθει̃σάν μοι ὡς σοφòς ἀρχιτέκτων θεμέλιον ἔθηκα ἄλλος δὲ ἐποικοδομει̃ ἕκαστος δὲ βλεπέτω πω̃ς ἐποικοδομει̃ |
11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θει̃ναι παρὰ τòν κείμενον ὅς ἐστιν ’Ιησου̃ς Χριστός |
12 εἰ δέ τις ἐποικοδομει̃ ἐπὶ τòν θεμέλιον χρυσόν ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην |
13 ἑκάστου τò ἔργον φανερòν γενήσεται ἡ γὰρ ἡμέρα δηλώσει ὅτι ἐν πυρὶ ἀποκαλύπτεται καὶ ἑκάστου τò ἔργον ὁποι̃όν ἐστιν τò πυ̃ρ αὐτò δοκιμάσει |
14 εἴ τινος τò ἔργον μενει̃ ὃ ἐποικοδόμησεν μισθòν λήμψεται |
15 εἴ τινος τò ἔργον κατακαήσεται ζημιωθήσεται αὐτòς δὲ σωθήσεται οὕτως δὲ ὡς διὰ πυρός |
16 οὐκ οἴδατε ὅτι ναòς θεου̃ ἐστε καὶ τò πνευ̃μα του̃ θεου̃ οἰκει̃ ἐν ὑμι̃ν |
17 εἴ τις τòν ναòν του̃ θεου̃ φθείρει φθερει̃ του̃τον ὁ θεός ὁ γὰρ ναòς του̃ θεου̃ ἅγιός ἐστιν οἵτινές ἐστε ὑμει̃ς |
18 μηδεὶς ἑαυτòν ἐξαπατάτω εἴ τις δοκει̃ σοφòς εἰ̃ναι ἐν ὑμι̃ν ἐν τω̨̃ αἰω̃νι τούτω̨ μωρòς γενέσθω ἵνα γένηται σοφός |
19 ἡ γὰρ σοφία του̃ κόσμου τούτου μωρία παρὰ τω̨̃ θεω̨̃ ἐστιν γέγραπται γάρ ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τη̨̃ πανουργία̨ αὐτω̃ν |
20 καὶ πάλιν κύριος γινώσκει τοὺς διαλογισμοὺς τω̃ν σοφω̃ν ὅτι εἰσὶν μάταιοι |
21 ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις πάντα γὰρ ὑμω̃ν ἐστιν |
22 εἴτε Παυ̃λος εἴτε ’Απολλω̃ς εἴτε Κηφα̃ς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστω̃τα εἴτε μέλλοντα πάντα ὑμω̃ν |
23 ὑμει̃ς δὲ Χριστου̃ Χριστòς δὲ θεου̃ |