Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 6

τολμα̨̃ τις ὑμω̃ν πρα̃γμα ἔχων πρòς τòν ἕτερον κρίνεσθαι ἐπὶ τω̃ν ἀδίκων καὶ οὐχὶ ἐπὶ τω̃ν ἁγίων
ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τòν κόσμον κρινου̃σιν καὶ εἰ ἐν ὑμι̃ν κρίνεται ὁ κόσμος ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων
οὐκ οἴδατε ὅτι ἀγγέλους κρινου̃μεν μήτιγε βιωτικά
βιωτικὰ μὲν οὐ̃ν κριτήρια ἐὰν ἔχητε τοὺς ἐξουθενημένους ἐν τη̨̃ ἐκκλησία̨ τούτους καθίζετε
πρòς ἐντροπὴν ὑμι̃ν λέγω οὕτως οὐκ ἔνι ἐν ὑμι̃ν οὐδεὶς σοφòς ὃς δυνήσεται διακρι̃ναι ἀνὰ μέσον του̃ ἀδελφου̃ αὐτου̃
ἀλλὰ ἀδελφòς μετὰ ἀδελφου̃ κρίνεται καὶ του̃το ἐπὶ ἀπίστων
ἤδη μὲν οὐ̃ν ὅλως ἥττημα ὑμι̃ν ἐστιν ὅτι κρίματα ἔχετε μεθ' ἑαυτω̃ν διὰ τί οὐχὶ μα̃λλον ἀδικει̃σθε διὰ τί οὐχὶ μα̃λλον ἀποστερει̃σθε
ἀλλὰ ὑμει̃ς ἀδικει̃τε καὶ ἀποστερει̃τε καὶ του̃το ἀδελφούς
ἢ οὐκ οἴδατε ὅτι ἄδικοι θεου̃ βασιλείαν οὐ κληρονομήσουσιν μὴ πλανα̃σθε οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοι̃ται
10 οὔτε κλέπται οὔτε πλεονέκται οὐ μέθυσοι οὐ λοίδοροι οὐχ ἅρπαγες βασιλείαν θεου̃ κληρονομήσουσιν
11 καὶ ταυ̃τά τινες ἠ̃τε ἀλλὰ ἀπελούσασθε ἀλλὰ ἡγιάσθητε ἀλλὰ ἐδικαιώθητε ἐν τω̨̃ ὀνόματι του̃ κυρίου ’Ιησου̃ Χριστου̃ καὶ ἐν τω̨̃ πνεύματι του̃ θεου̃ ἡμω̃ν
12 πάντα μοι ἔξεστιν ἀλλ' οὐ πάντα συμφέρει πάντα μοι ἔξεστιν ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος
13 τὰ βρώματα τη̨̃ κοιλία̨ καὶ ἡ κοιλία τοι̃ς βρώμασιν ὁ δὲ θεòς καὶ ταύτην καὶ ταυ̃τα καταργήσει τò δὲ σω̃μα οὐ τη̨̃ πορνεία̨ ἀλλὰ τω̨̃ κυρίω̨ καὶ ὁ κύριος τω̨̃ σώματι
14 ὁ δὲ θεòς καὶ τòν κύριον ἤγειρεν καὶ ἡμα̃ς ἐξεγερει̃ διὰ τη̃ς δυνάμεως αὐτου̃
15 οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμω̃ν μέλη Χριστου̃ ἐστιν ἄρας οὐ̃ν τὰ μέλη του̃ Χριστου̃ ποιήσω πόρνης μέλη μὴ γένοιτο
16 ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τη̨̃ πόρνη̨ ἓν σω̃μά ἐστιν ἔσονται γάρ φησίν οἱ δύο εἰς σάρκα μίαν
17 ὁ δὲ κολλώμενος τω̨̃ κυρίω̨ ἓν πνευ̃μά ἐστιν
18 φεύγετε τὴν πορνείαν πα̃ν ἁμάρτημα ὃ ἐὰν ποιήση̨ ἄνθρωπος ἐκτòς του̃ σώματός ἐστιν ὁ δὲ πορνεύων εἰς τò ἴδιον σω̃μα ἁμαρτάνει
19 ἢ οὐκ οἴδατε ὅτι τò σω̃μα ὑμω̃ν ναòς του̃ ἐν ὑμι̃ν ἁγίου πνεύματός ἐστιν οὑ̃ ἔχετε ἀπò θεου̃ καὶ οὐκ ἐστὲ ἑαυτω̃ν
20 ἠγοράσθητε γὰρ τιμη̃ς δοξάσατε δὴ τòν θεòν ἐν τω̨̃ σώματι ὑμω̃ν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).