1 τεκνία μου ταυ̃τα γράφω ὑμι̃ν ἵνα μὴ ἁμάρτητε καὶ ἐάν τις ἁμάρτη̨ παράκλητον ἔχομεν πρòς τòν πατέρα ’Ιησου̃ν Χριστòν δίκαιον |
2 καὶ αὐτòς ἱλασμός ἐστιν περὶ τω̃ν ἁμαρτιω̃ν ἡμω̃ν οὐ περὶ τω̃ν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου του̃ κόσμου |
3 καὶ ἐν τούτω̨ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν ἐὰν τὰς ἐντολὰς αὐτου̃ τηρω̃μεν |
4 ὁ λέγων ὅτι ἔγνωκα αὐτόν καὶ τὰς ἐντολὰς αὐτου̃ μὴ τηρω̃ν ψεύστης ἐστίν καὶ ἐν τούτω̨ ἡ ἀλήθεια οὐκ ἔστιν |
5 ὃς δ' ἂν τηρη̨̃ αὐτου̃ τòν λόγον ἀληθω̃ς ἐν τούτω̨ ἡ ἀγάπη του̃ θεου̃ τετελείωται ἐν τούτω̨ γινώσκομεν ὅτι ἐν αὐτω̨̃ ἐσμεν |
6 ὁ λέγων ἐν αὐτω̨̃ μένειν ὀφείλει καθὼς ἐκει̃νος περιεπάτησεν καὶ αὐτòς οὕτως περιπατει̃ν |
7 ἀγαπητοί οὐκ ἐντολὴν καινὴν γράφω ὑμι̃ν ἀλλ' ἐντολὴν παλαιὰν ἣν εἴχετε ἀπ' ἀρχη̃ς ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε |
8 πάλιν ἐντολὴν καινὴν γράφω ὑμι̃ν ὅ ἐστιν ἀληθὲς ἐν αὐτω̨̃ καὶ ἐν ὑμι̃ν ὅτι ἡ σκοτία παράγεται καὶ τò φω̃ς τò ἀληθινòν ἤδη φαίνει |
9 ὁ λέγων ἐν τω̨̃ φωτὶ εἰ̃ναι καὶ τòν ἀδελφòν αὐτου̃ μισω̃ν ἐν τη̨̃ σκοτία̨ ἐστὶν ἕως ἄρτι |
10 ὁ ἀγαπω̃ν τòν ἀδελφòν αὐτου̃ ἐν τω̨̃ φωτὶ μένει καὶ σκάνδαλον ἐν αὐτω̨̃ οὐκ ἔστιν |
11 ὁ δὲ μισω̃ν τòν ἀδελφòν αὐτου̃ ἐν τη̨̃ σκοτία̨ ἐστὶν καὶ ἐν τη̨̃ σκοτία̨ περιπατει̃ καὶ οὐκ οἰ̃δεν που̃ ὑπάγει ὅτι ἡ σκοτία ἐτύφλωσεν τοὺς ὀφθαλμοὺς αὐτου̃ |
12 γράφω ὑμι̃ν τεκνία ὅτι ἀφέωνται ὑμι̃ν αἱ ἁμαρτίαι διὰ τò ὄνομα αὐτου̃ |
13 γράφω ὑμι̃ν πατέρες ὅτι ἐγνώκατε τòν ἀπ' ἀρχη̃ς γράφω ὑμι̃ν νεανίσκοι ὅτι νενικήκατε τòν πονηρόν |
14 ἔγραψα ὑμι̃ν παιδία ὅτι ἐγνώκατε τòν πατέρα ἔγραψα ὑμι̃ν πατέρες ὅτι ἐγνώκατε τòν ἀπ' ἀρχη̃ς ἔγραψα ὑμι̃ν νεανίσκοι ὅτι ἰσχυροί ἐστε καὶ ὁ λόγος του̃ θεου̃ ἐν ὑμι̃ν μένει καὶ νενικήκατε τòν πονηρόν |
15 μὴ ἀγαπα̃τε τòν κόσμον μηδὲ τὰ ἐν τω̨̃ κόσμω̨ ἐάν τις ἀγαπα̨̃ τòν κόσμον οὐκ ἔστιν ἡ ἀγάπη του̃ πατρòς ἐν αὐτω̨̃ |
16 ὅτι πα̃ν τò ἐν τω̨̃ κόσμω̨ ἡ ἐπιθυμία τη̃ς σαρκòς καὶ ἡ ἐπιθυμία τω̃ν ὀφθαλμω̃ν καὶ ἡ ἀλαζονεία του̃ βίου οὐκ ἔστιν ἐκ του̃ πατρòς ἀλλ' ἐκ του̃ κόσμου ἐστίν |
17 καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτου̃ ὁ δὲ ποιω̃ν τò θέλημα του̃ θεου̃ μένει εἰς τòν αἰω̃να |
18 παιδία ἐσχάτη ὥρα ἐστίν καὶ καθὼς ἠκούσατε ὅτι ἀντίχριστος ἔρχεται καὶ νυ̃ν ἀντίχριστοι πολλοὶ γεγόνασιν ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν |
19 ἐξ ἡμω̃ν ἐξη̃λθαν ἀλλ' οὐκ ἠ̃σαν ἐξ ἡμω̃ν εἰ γὰρ ἐξ ἡμω̃ν ἠ̃σαν μεμενήκεισαν ἂν μεθ' ἡμω̃ν ἀλλ' ἵνα φανερωθω̃σιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμω̃ν |
20 καὶ ὑμει̃ς χρι̃σμα ἔχετε ἀπò του̃ ἁγίου καὶ οἴδατε πάντες |
21 οὐκ ἔγραψα ὑμι̃ν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν ἀλλ' ὅτι οἴδατε αὐτήν καὶ ὅτι πα̃ν ψευ̃δος ἐκ τη̃ς ἀληθείας οὐκ ἔστιν |
22 τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνούμενος ὅτι ’Ιησου̃ς οὐκ ἔστιν ὁ Χριστός οὑ̃τός ἐστιν ὁ ἀντίχριστος ὁ ἀρνούμενος τòν πατέρα καὶ τòν υἱόν |
23 πα̃ς ὁ ἀρνούμενος τòν υἱòν οὐδὲ τòν πατέρα ἔχει ὁ ὁμολογω̃ν τòν υἱòν καὶ τòν πατέρα ἔχει |
24 ὑμει̃ς ὃ ἠκούσατε ἀπ' ἀρχη̃ς ἐν ὑμι̃ν μενέτω ἐὰν ἐν ὑμι̃ν μείνη̨ ὃ ἀπ' ἀρχη̃ς ἠκούσατε καὶ ὑμει̃ς ἐν τω̨̃ υἱω̨̃ καὶ ἐν τω̨̃ πατρὶ μενει̃τε |
25 καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτòς ἐπηγγείλατο ἡμι̃ν τὴν ζωὴν τὴν αἰώνιον |
26 ταυ̃τα ἔγραψα ὑμι̃ν περὶ τω̃ν πλανώντων ὑμα̃ς |
27 καὶ ὑμει̃ς τò χρι̃σμα ὃ ἐλάβετε ἀπ' αὐτου̃ μένει ἐν ὑμι̃ν καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκη̨ ὑμα̃ς ἀλλ' ὡς τò αὐτου̃ χρι̃σμα διδάσκει ὑμα̃ς περὶ πάντων καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψευ̃δος καὶ καθὼς ἐδίδαξεν ὑμα̃ς μένετε ἐν αὐτω̨̃ |
28 καὶ νυ̃ν τεκνία μένετε ἐν αὐτω̨̃ ἵνα ἐὰν φανερωθη̨̃ σχω̃μεν παρρησίαν καὶ μὴ αἰσχυνθω̃μεν ἀπ' αὐτου̃ ἐν τη̨̃ παρουσία̨ αὐτου̃ |
29 ἐὰν εἰδη̃τε ὅτι δίκαιός ἐστιν γινώσκετε ὅτι καὶ πα̃ς ὁ ποιω̃ν τὴν δικαιοσύνην ἐξ αὐτου̃ γεγέννηται |