1 ἀγαπητοί μὴ παντὶ πνεύματι πιστεύετε ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ του̃ θεου̃ ἐστιν ὅτι πολλοὶ ψευδοπροφη̃ται ἐξεληλύθασιν εἰς τòν κόσμον |
2 ἐν τούτω̨ γινώσκετε τò πνευ̃μα του̃ θεου̃ πα̃ν πνευ̃μα ὃ ὁμολογει̃ ’Ιησου̃ν Χριστòν ἐν σαρκὶ ἐληλυθότα ἐκ του̃ θεου̃ ἐστιν |
3 καὶ πα̃ν πνευ̃μα ὃ μὴ ὁμολογει̃ τòν ’Ιησου̃ν ἐκ του̃ θεου̃ οὐκ ἔστιν καὶ του̃τό ἐστιν τò του̃ ἀντιχρίστου ὃ ἀκηκόατε ὅτι ἔρχεται καὶ νυ̃ν ἐν τω̨̃ κόσμω̨ ἐστὶν ἤδη |
4 ὑμει̃ς ἐκ του̃ θεου̃ ἐστε τεκνία καὶ νενικήκατε αὐτούς ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμι̃ν ἢ ὁ ἐν τω̨̃ κόσμω̨ |
5 αὐτοὶ ἐκ του̃ κόσμου εἰσίν διὰ του̃το ἐκ του̃ κόσμου λαλου̃σιν καὶ ὁ κόσμος αὐτω̃ν ἀκούει |
6 ἡμει̃ς ἐκ του̃ θεου̃ ἐσμεν ὁ γινώσκων τòν θεòν ἀκούει ἡμω̃ν ὃς οὐκ ἔστιν ἐκ του̃ θεου̃ οὐκ ἀκούει ἡμω̃ν ἐκ τούτου γινώσκομεν τò πνευ̃μα τη̃ς ἀληθείας καὶ τò πνευ̃μα τη̃ς πλάνης |
7 ἀγαπητοί ἀγαπω̃μεν ἀλλήλους ὅτι ἡ ἀγάπη ἐκ του̃ θεου̃ ἐστιν καὶ πα̃ς ὁ ἀγαπω̃ν ἐκ του̃ θεου̃ γεγέννηται καὶ γινώσκει τòν θεόν |
8 ὁ μὴ ἀγαπω̃ν οὐκ ἔγνω τòν θεόν ὅτι ὁ θεòς ἀγάπη ἐστίν |
9 ἐν τούτω̨ ἐφανερώθη ἡ ἀγάπη του̃ θεου̃ ἐν ἡμι̃ν ὅτι τòν υἱòν αὐτου̃ τòν μονογενη̃ ἀπέσταλκεν ὁ θεòς εἰς τòν κόσμον ἵνα ζήσωμεν δι' αὐτου̃ |
10 ἐν τούτω̨ ἐστὶν ἡ ἀγάπη οὐχ ὅτι ἡμει̃ς ἠγαπήκαμεν τòν θεόν ἀλλ' ὅτι αὐτòς ἠγάπησεν ἡμα̃ς καὶ ἀπέστειλεν τòν υἱòν αὐτου̃ ἱλασμòν περὶ τω̃ν ἁμαρτιω̃ν ἡμω̃ν |
11 ἀγαπητοί εἰ οὕτως ὁ θεòς ἠγάπησεν ἡμα̃ς καὶ ἡμει̃ς ὀφείλομεν ἀλλήλους ἀγαπα̃ν |
12 θεòν οὐδεὶς πώποτε τεθέαται ἐὰν ἀγαπω̃μεν ἀλλήλους ὁ θεòς ἐν ἡμι̃ν μένει καὶ ἡ ἀγάπη αὐτου̃ ἐν ἡμι̃ν τετελειωμένη ἐστιν |
13 ἐν τούτω̨ γινώσκομεν ὅτι ἐν αὐτω̨̃ μένομεν καὶ αὐτòς ἐν ἡμι̃ν ὅτι ἐκ του̃ πνεύματος αὐτου̃ δέδωκεν ἡμι̃ν |
14 καὶ ἡμει̃ς τεθεάμεθα καὶ μαρτυρου̃μεν ὅτι ὁ πατὴρ ἀπέσταλκεν τòν υἱòν σωτη̃ρα του̃ κόσμου |
15 ὃς ἐὰν ὁμολογήση̨ ὅτι ’Ιησου̃ς ἐστιν ὁ υἱòς του̃ θεου̃ ὁ θεòς ἐν αὐτω̨̃ μένει καὶ αὐτòς ἐν τω̨̃ θεω̨̃ |
16 καὶ ἡμει̃ς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ θεòς ἐν ἡμι̃ν ὁ θεòς ἀγάπη ἐστίν καὶ ὁ μένων ἐν τη̨̃ ἀγάπη̨ ἐν τω̨̃ θεω̨̃ μένει καὶ ὁ θεòς ἐν αὐτω̨̃ μένει |
17 ἐν τούτω̨ τετελείωται ἡ ἀγάπη μεθ' ἡμω̃ν ἵνα παρρησίαν ἔχωμεν ἐν τη̨̃ ἡμέρα̨ τη̃ς κρίσεως ὅτι καθὼς ἐκει̃νός ἐστιν καὶ ἡμει̃ς ἐσμεν ἐν τω̨̃ κόσμω̨ τούτω̨ |
18 φόβος οὐκ ἔστιν ἐν τη̨̃ ἀγάπη̨ ἀλλ' ἡ τελεία ἀγάπη ἔξω βάλλει τòν φόβον ὅτι ὁ φόβος κόλασιν ἔχει ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τη̨̃ ἀγάπη̨ |
19 ἡμει̃ς ἀγαπω̃μεν ὅτι αὐτòς πρω̃τος ἠγάπησεν ἡμα̃ς |
20 ἐάν τις εἴπη̨ ὅτι ἀγαπω̃ τòν θεόν καὶ τòν ἀδελφòν αὐτου̃ μιση̨̃ ψεύστης ἐστίν ὁ γὰρ μὴ ἀγαπω̃ν τòν ἀδελφòν αὐτου̃ ὃν ἑώρακεν τòν θεòν ὃν οὐχ ἑώρακεν οὐ δύναται ἀγαπα̃ν |
21 καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ' αὐτου̃ ἵνα ὁ ἀγαπω̃ν τòν θεòν ἀγαπα̨̃ καὶ τòν ἀδελφòν αὐτου̃ |