1 ἄνθρωπος ἠ̃ν ἐξ Αρμαθαιμ Σιφα ἐξ ὄρους Εφραιμ καὶ ὄνομα αὐτω̨̃ Ελκανα υἱὸς Ιερεμεηλ υἱου̃ Ηλιου υἱου̃ Θοκε ἐν Νασιβ Εφραιμ |
2 καὶ τούτω̨ δύο γυναι̃κες ὄνομα τη̨̃ μια̨̃ Αννα καὶ ὄνομα τη̨̃ δευτέρα̨ Φεννανα καὶ ἠ̃ν τη̨̃ Φεννανα παιδία καὶ τη̨̃ Αννα οὐκ ἠ̃ν παιδίον |
3 καὶ ἀνέβαινεν ὁ ἄνθρωπος ἐξ ἡμερω̃ν εἰς ἡμέρας ἐκ πόλεως αὐτου̃ ἐξ Αρμαθαιμ προσκυνει̃ν καὶ θύειν τω̨̃ κυρίω̨ θεω̨̃ σαβαωθ εἰς Σηλω καὶ ἐκει̃ Ηλι καὶ οἱ δύο υἱοὶ αὐτου̃ Οφνι καὶ Φινεες ἱερει̃ς του̃ κυρίου |
4 καὶ ἐγενήθη ἡμέρα̨ καὶ ἔθυσεν Ελκανα καὶ ἔδωκεν τη̨̃ Φεννανα γυναικὶ αὐτου̃ καὶ τοι̃ς υἱοι̃ς αὐτη̃ς καὶ ται̃ς θυγατράσιν αὐτη̃ς μερίδας |
5 καὶ τη̨̃ Αννα ἔδωκεν μερίδα μίαν ὅτι οὐκ ἠ̃ν αὐτη̨̃ παιδίον πλὴν ὅτι τὴν Ανναν ἠγάπα Ελκανα ὑπὲρ ταύτην καὶ κύριος ἀπέκλεισεν τὰ περὶ τὴν μήτραν αὐτη̃ς |
6 ὅτι οὐκ ἔδωκεν αὐτη̨̃ κύριος παιδίον κατὰ τὴν θλι̃ψιν αὐτη̃ς καὶ κατὰ τὴν ἀθυμίαν τη̃ς θλίψεως αὐτη̃ς καὶ ἠθύμει διὰ του̃το ὅτι συνέκλεισεν κύριος τὰ περὶ τὴν μήτραν αὐτη̃ς του̃ μὴ δου̃ναι αὐτη̨̃ παιδίον |
7 οὕτως ἐποίει ἐνιαυτὸν κατ' ἐνιαυτὸν ἐν τω̨̃ ἀναβαίνειν αὐτὴν εἰς οἰ̃κον κυρίου καὶ ἠθύμει καὶ ἔκλαιεν καὶ οὐκ ἤσθιεν |
8 καὶ εἰ̃πεν αὐτη̨̃ Ελκανα ὁ ἀνὴρ αὐτη̃ς Αννα καὶ εἰ̃πεν αὐτω̨̃ ἰδοὺ ἐγώ κύριε καὶ εἰ̃πεν αὐτη̨̃ τί ἐστίν σοι ὅτι κλαίεις καὶ ἵνα τί οὐκ ἐσθίεις καὶ ἵνα τί τύπτει σε ἡ καρδία σου οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα |
9 καὶ ἀνέστη Αννα μετὰ τὸ φαγει̃ν αὐτοὺς ἐν Σηλω καὶ κατέστη ἐνώπιον κυρίου καὶ Ηλι ὁ ἱερεὺς ἐκάθητο ἐπὶ του̃ δίφρου ἐπὶ τω̃ν φλιω̃ν ναου̃ κυρίου |
10 καὶ αὐτὴ κατώδυνος ψυχη̨̃ καὶ προσηύξατο πρὸς κύριον καὶ κλαίουσα ἔκλαυσεν |
11 καὶ ηὔξατο εὐχὴν κυρίω̨ λέγουσα Αδωναι κύριε ελωαι σαβαωθ ἐὰν ἐπιβλέπων ἐπιβλέψη̨ς ἐπὶ τὴν ταπείνωσιν τη̃ς δούλης σου καὶ μνησθη̨̃ς μου καὶ δω̨̃ς τη̨̃ δούλη̨ σου σπέρμα ἀνδρω̃ν καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτου̃ καὶ οἰ̃νον καὶ μέθυσμα οὐ πίεται καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτου̃ |
12 καὶ ἐγενήθη ὅτε ἐπλήθυνεν προσευχομένη ἐνώπιον κυρίου καὶ Ηλι ὁ ἱερεὺς ἐφύλαξεν τὸ στόμα αὐτη̃ς |
13 καὶ αὐτὴ ἐλάλει ἐν τη̨̃ καρδία̨ αὐτη̃ς καὶ τὰ χείλη αὐτη̃ς ἐκινει̃το καὶ φωνὴ αὐτη̃ς οὐκ ἠκούετο καὶ ἐλογίσατο αὐτὴν Ηλι εἰς μεθύουσαν |
14 καὶ εἰ̃πεν αὐτη̨̃ τὸ παιδάριον Ηλι ἕως πότε μεθυσθήση̨ περιελου̃ τὸν οἰ̃νόν σου καὶ πορεύου ἐκ προσώπου κυρίου |
15 καὶ ἀπεκρίθη Αννα καὶ εἰ̃πεν οὐχί κύριε γυνή ἡ̨̃ σκληρὰ ἡμέρα ἐγώ εἰμι καὶ οἰ̃νον καὶ μέθυσμα οὐ πέπωκα καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον κυρίου |
16 μὴ δω̨̃ς τὴν δούλην σου εἰς θυγατέρα λοιμήν ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νυ̃ν |
17 καὶ ἀπεκρίθη Ηλι καὶ εἰ̃πεν αὐτη̨̃ πορεύου εἰς εἰρήνην ὁ θεὸς Ισραηλ δώ̨η σοι πα̃ν αἴτημά σου ὃ ἠ̨τήσω παρ' αὐτου̃ |
18 καὶ εἰ̃πεν εὑ̃ρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοι̃ς σου καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτη̃ς καὶ εἰση̃λθεν εἰς τὸ κατάλυμα αὐτη̃ς καὶ ἔφαγεν μετὰ του̃ ἀνδρὸς αὐτη̃ς καὶ ἔπιεν καὶ τὸ πρόσωπον αὐτη̃ς οὐ συνέπεσεν ἔτι |
19 καὶ ὀρθρίζουσιν τὸ πρωὶ καὶ προσκυνου̃σιν τω̨̃ κυρίω̨ καὶ πορεύονται τὴν ὁδὸν αὐτω̃ν καὶ εἰση̃λθεν Ελκανα εἰς τὸν οἰ̃κον αὐτου̃ Αρμαθαιμ καὶ ἔγνω τὴν Ανναν γυναι̃κα αὐτου̃ καὶ ἐμνήσθη αὐτη̃ς κύριος |
20 καὶ συνέλαβεν καὶ ἐγενήθη τω̨̃ καιρω̨̃ τω̃ν ἡμερω̃ν καὶ ἔτεκεν υἱόν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Σαμουηλ καὶ εἰ̃πεν ὅτι παρὰ κυρίου θεου̃ σαβαωθ ἠ̨τησάμην αὐτόν |
21 καὶ ἀνέβη ὁ ἄνθρωπος Ελκανα καὶ πα̃ς ὁ οἰ̃κος αὐτου̃ θυ̃σαι ἐν Σηλωμ τὴν θυσίαν τω̃ν ἡμερω̃ν καὶ τὰς εὐχὰς αὐτου̃ καὶ πάσας τὰς δεκάτας τη̃ς γη̃ς αὐτου̃ |
22 καὶ Αννα οὐκ ἀνέβη μετ' αὐτου̃ ὅτι εἰ̃πεν τω̨̃ ἀνδρὶ αὐτη̃ς ἕως του̃ ἀναβη̃ναι τὸ παιδάριον ἐὰν ἀπογαλακτίσω αὐτό καὶ ὀφθήσεται τω̨̃ προσώπω̨ κυρίου καὶ καθήσεται ἐκει̃ ἕως αἰω̃νος |
23 καὶ εἰ̃πεν αὐτη̨̃ Ελκανα ὁ ἀνὴρ αὐτη̃ς ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς σου κάθου ἕως ἂν ἀπογαλακτίση̨ς αὐτό ἀλλὰ στήσαι κύριος τὸ ἐξελθὸν ἐκ του̃ στόματός σου καὶ ἐκάθισεν ἡ γυνὴ καὶ ἐθήλασεν τὸν υἱὸν αὐτη̃ς ἕως ἂν ἀπογαλακτίση̨ αὐτόν |
24 καὶ ἀνέβη μετ' αὐτου̃ εἰς Σηλωμ ἐν μόσχω̨ τριετίζοντι καὶ ἄρτοις καὶ οιφι σεμιδάλεως καὶ νεβελ οἴνου καὶ εἰση̃λθεν εἰς οἰ̃κον κυρίου ἐν Σηλωμ καὶ τὸ παιδάριον μετ' αὐτω̃ν |
25 καὶ προσήγαγον ἐνώπιον κυρίου καὶ ἔσφαξεν ὁ πατὴρ αὐτου̃ τὴν θυσίαν ἣν ἐποίει ἐξ ἡμερω̃ν εἰς ἡμέρας τω̨̃ κυρίω̨ καὶ προσήγαγεν τὸ παιδάριον καὶ ἔσφαξεν τὸν μόσχον καὶ προσήγαγεν Αννα ἡ μήτηρ του̃ παιδαρίου πρὸς Ηλι |
26 καὶ εἰ̃πεν ἐν ἐμοί κύριε ζη̨̃ ἡ ψυχή σου ἐγὼ ἡ γυνὴ ἡ καταστα̃σα ἐνώπιόν σου ἐν τω̨̃ προσεύξασθαι πρὸς κύριον |
27 ὑπὲρ του̃ παιδαρίου τούτου προσηυξάμην καὶ ἔδωκέν μοι κύριος τὸ αἴτημά μου ὃ ἠ̨τησάμην παρ' αὐτου̃ |
28 κἀγὼ κιχρω̃ αὐτὸν τω̨̃ κυρίω̨ πάσας τὰς ἡμέρας ἃς ζη̨̃ αὐτός χρη̃σιν τω̨̃ κυρίω̨ |