Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 13,  στἰχοι 7-13

καὶ οἱ διαβαίνοντες διέβησαν τὸν Ιορδάνην εἰς γη̃ν Γαδ καὶ Γαλααδ καὶ Σαουλ ἔτι ἠ̃ν ἐν Γαλγαλοις καὶ πα̃ς ὁ λαὸς ἐξέστη ὀπίσω αὐτου̃
καὶ διέλιπεν ἑπτὰ ἡμέρας τω̨̃ μαρτυρίω̨ ὡς εἰ̃πεν Σαμουηλ καὶ οὐ παρεγένετο Σαμουηλ εἰς Γαλγαλα καὶ διεσπάρη ὁ λαὸς αὐτου̃ ἀπ' αὐτου̃
καὶ εἰ̃πεν Σαουλ προσαγάγετε ὅπως ποιήσω ὁλοκαύτωσιν καὶ εἰρηνικάς καὶ ἀνήνεγκεν τὴν ὁλοκαύτωσιν
10 καὶ ἐγένετο ὡς συνετέλεσεν ἀναφέρων τὴν ὁλοκαύτωσιν καὶ Σαμουηλ παραγίνεται καὶ ἐξη̃λθεν Σαουλ εἰς ἀπάντησιν αὐτω̨̃ εὐλογη̃σαι αὐτόν
11 καὶ εἰ̃πεν Σαμουηλ τί πεποίηκας καὶ εἰ̃πεν Σαουλ ὅτι εἰ̃δον ὡς διεσπάρη ὁ λαὸς ἀπ' ἐμου̃ καὶ σὺ οὐ παρεγένου ὡς διετάξω ἐν τω̨̃ μαρτυρίω̨ τω̃ν ἡμερω̃ν καὶ οἱ ἀλλόφυλοι συνήχθησαν εἰς Μαχεμας
12 καὶ εἰ̃πα νυ̃ν καταβήσονται οἱ ἀλλόφυλοι πρός με εἰς Γαλγαλα καὶ του̃ προσώπου του̃ κυρίου οὐκ ἐδεήθην καὶ ἐνεκρατευσάμην καὶ ἀνήνεγκα τὴν ὁλοκαύτωσιν
13 καὶ εἰ̃πεν Σαμουηλ πρὸς Σαουλ μεματαίωταί σοι ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου ἣν ἐνετείλατό σοι κύριος ὡς νυ̃ν ἡτοίμασεν κύριος τὴν βασιλείαν σου ἕως αἰω̃νος ἐπὶ Ισραηλ
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).