1 καὶ εἰ̃πεν κύριος πρὸς Σαμουηλ ἕως πότε σὺ πενθει̃ς ἐπὶ Σαουλ κἀγὼ ἐξουδένωκα αὐτὸν μὴ βασιλεύειν ἐπὶ Ισραηλ πλη̃σον τὸ κέρας σου ἐλαίου καὶ δευ̃ρο ἀποστείλω σε πρὸς Ιεσσαι ἕως εἰς Βηθλεεμ ὅτι ἑόρακα ἐν τοι̃ς υἱοι̃ς αὐτου̃ ἐμοὶ βασιλεύειν |
2 καὶ εἰ̃πεν Σαμουηλ πω̃ς πορευθω̃ καὶ ἀκούσεται Σαουλ καὶ ἀποκτενει̃ με καὶ εἰ̃πεν κύριος δάμαλιν βοω̃ν λαβὲ ἐν τη̨̃ χειρί σου καὶ ἐρει̃ς θυ̃σαι τω̨̃ κυρίω̨ ἥκω |
3 καὶ καλέσεις τὸν Ιεσσαι εἰς τὴν θυσίαν καὶ γνωριω̃ σοι ἃ ποιήσεις καὶ χρίσεις ὃν ἐὰν εἴπω πρὸς σέ |
4 καὶ ἐποίησεν Σαμουηλ πάντα ἃ ἐλάλησεν αὐτω̨̃ κύριος καὶ ἠ̃λθεν εἰς Βηθλεεμ καὶ ἐξέστησαν οἱ πρεσβύτεροι τη̃ς πόλεως τη̨̃ ἀπαντήσει αὐτου̃ καὶ εἰ̃παν εἰρήνη ἡ εἴσοδός σου ὁ βλέπων |
5 καὶ εἰ̃πεν εἰρήνη θυ̃σαι τω̨̃ κυρίω̨ ἥκω ἁγιάσθητε καὶ εὐφράνθητε μετ' ἐμου̃ σήμερον καὶ ἡγίασεν τὸν Ιεσσαι καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ ἐκάλεσεν αὐτοὺς εἰς τὴν θυσίαν |
6 καὶ ἐγενήθη ἐν τω̨̃ αὐτοὺς εἰσιέναι καὶ εἰ̃δεν τὸν Ελιαβ καὶ εἰ̃πεν ἀλλὰ καὶ ἐνώπιον κυρίου χριστὸς αὐτου̃ |
7 καὶ εἰ̃πεν κύριος πρὸς Σαμουηλ μὴ ἐπιβλέψη̨ς ἐπὶ τὴν ὄψιν αὐτου̃ μηδὲ εἰς τὴν ἕξιν μεγέθους αὐτου̃ ὅτι ἐξουδένωκα αὐτόν ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνθρωπος ὄψεται ὁ θεός ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον ὁ δὲ θεὸς ὄψεται εἰς καρδίαν |
8 καὶ ἐκάλεσεν Ιεσσαι τὸν Αμιναδαβ καὶ παρη̃λθεν κατὰ πρόσωπον Σαμουηλ καὶ εἰ̃πεν οὐδὲ του̃τον ἐξελέξατο κύριος |
9 καὶ παρήγαγεν Ιεσσαι τὸν Σαμα καὶ εἰ̃πεν καὶ ἐν τούτω̨ οὐκ ἐξελέξατο κύριος |
10 καὶ παρήγαγεν Ιεσσαι τοὺς ἑπτὰ υἱοὺς αὐτου̃ ἐνώπιον Σαμουηλ καὶ εἰ̃πεν Σαμουηλ οὐκ ἐξελέξατο κύριος ἐν τούτοις |
11 καὶ εἰ̃πεν Σαμουηλ πρὸς Ιεσσαι ἐκλελοίπασιν τὰ παιδάρια καὶ εἰ̃πεν ἔτι ὁ μικρὸς ἰδοὺ ποιμαίνει ἐν τω̨̃ ποιμνίω̨ καὶ εἰ̃πεν Σαμουηλ πρὸς Ιεσσαι ἀπόστειλον καὶ λαβὲ αὐτόν ὅτι οὐ μὴ κατακλιθω̃μεν ἕως του̃ ἐλθει̃ν αὐτόν |
12 καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν αὐτόν καὶ οὑ̃τος πυρράκης μετὰ κάλλους ὀφθαλμω̃ν καὶ ἀγαθὸς ὁράσει κυρίω̨ καὶ εἰ̃πεν κύριος πρὸς Σαμουηλ ἀνάστα καὶ χρι̃σον τὸν Δαυιδ ὅτι οὑ̃τος ἀγαθός ἐστιν |
13 καὶ ἔλαβεν Σαμουηλ τὸ κέρας του̃ ἐλαίου καὶ ἔχρισεν αὐτὸν ἐν μέσω̨ τω̃ν ἀδελφω̃ν αὐτου̃ καὶ ἐφήλατο πνευ̃μα κυρίου ἐπὶ Δαυιδ ἀπὸ τη̃ς ἡμέρας ἐκείνης καὶ ἐπάνω καὶ ἀνέστη Σαμουηλ καὶ ἀπη̃λθεν εἰς Αρμαθαιμ |
14 καὶ πνευ̃μα κυρίου ἀπέστη ἀπὸ Σαουλ καὶ ἔπνιγεν αὐτὸν πνευ̃μα πονηρὸν παρὰ κυρίου |
15 καὶ εἰ̃παν οἱ παι̃δες Σαουλ πρὸς αὐτόν ἰδοὺ δὴ πνευ̃μα κυρίου πονηρὸν πνίγει σε |
16 εἰπάτωσαν δὴ οἱ δου̃λοί σου ἐνώπιόν σου καὶ ζητησάτωσαν τω̨̃ κυρίω̨ ἡμω̃ν ἄνδρα εἰδότα ψάλλειν ἐν κινύρα̨ καὶ ἔσται ἐν τω̨̃ εἰ̃ναι πνευ̃μα πονηρὸν ἐπὶ σοὶ καὶ ψαλει̃ ἐν τη̨̃ κινύρα̨ αὐτου̃ καὶ ἀγαθόν σοι ἔσται καὶ ἀναπαύσει σε |
17 καὶ εἰ̃πεν Σαουλ πρὸς τοὺς παι̃δας αὐτου̃ ἴδετε δή μοι ἄνδρα ὀρθω̃ς ψάλλοντα καὶ εἰσαγάγετε αὐτὸν πρὸς ἐμέ |
18 καὶ ἀπεκρίθη εἱ̃ς τω̃ν παιδαρίων αὐτου̃ καὶ εἰ̃πεν ἰδοὺ ἑόρακα υἱὸν τω̨̃ Ιεσσαι Βηθλεεμίτην καὶ αὐτὸν εἰδότα ψαλμόν καὶ ὁ ἀνὴρ συνετός καὶ ὁ ἀνὴρ πολεμιστὴς καὶ σοφὸς λόγω̨ καὶ ἀνὴρ ἀγαθὸς τω̨̃ εἴδει καὶ κύριος μετ' αὐτου̃ |
19 καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους πρὸς Ιεσσαι λέγων ἀπόστειλον πρός με τὸν υἱόν σου Δαυιδ τὸν ἐν τω̨̃ ποιμνίω̨ σου |
20 καὶ ἔλαβεν Ιεσσαι γομορ ἄρτων καὶ ἀσκὸν οἴνου καὶ ἔριφον αἰγω̃ν ἕνα καὶ ἐξαπέστειλεν ἐν χειρὶ Δαυιδ του̃ υἱου̃ αὐτου̃ πρὸς Σαουλ |
21 καὶ εἰση̃λθεν Δαυιδ πρὸς Σαουλ καὶ παρειστήκει ἐνώπιον αὐτου̃ καὶ ἠγάπησεν αὐτὸν σφόδρα καὶ ἐγενήθη αὐτω̨̃ αἴρων τὰ σκεύη αὐτου̃ |
22 καὶ ἀπέστειλεν Σαουλ πρὸς Ιεσσαι λέγων παριστάσθω δὴ Δαυιδ ἐνώπιον ἐμου̃ ὅτι εὑ̃ρεν χάριν ἐν ὀφθαλμοι̃ς μου |
23 καὶ ἐγενήθη ἐν τω̨̃ εἰ̃ναι πνευ̃μα πονηρὸν ἐπὶ Σαουλ καὶ ἐλάμβανεν Δαυιδ τὴν κινύραν καὶ ἔψαλλεν ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ ἀνέψυχεν Σαουλ καὶ ἀγαθὸν αὐτω̨̃ καὶ ἀφίστατο ἀπ' αὐτου̃ τὸ πνευ̃μα τὸ πονηρόν |