1 καὶ ἐλάλησεν Σαουλ πρὸς Ιωναθαν τὸν υἱὸν αὐτου̃ καὶ πρὸς πάντας τοὺς παι̃δας αὐτου̃ θανατω̃σαι τὸν Δαυιδ καὶ Ιωναθαν υἱὸς Σαουλ ἡ̨ρει̃το τὸν Δαυιδ σφόδρα |
2 καὶ ἀπήγγειλεν Ιωναθαν τω̨̃ Δαυιδ λέγων Σαουλ ζητει̃ θανατω̃σαί σε φύλαξαι οὐ̃ν αὔριον πρωὶ καὶ κρύβηθι καὶ κάθισον κρυβη̨̃ |
3 καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομαι ἐχόμενος του̃ πατρός μου ἐν ἀγρω̨̃ οὑ̃ ἐὰν ἠ̨̃ς ἐκει̃ καὶ ἐγὼ λαλήσω περὶ σου̃ πρὸς τὸν πατέρα μου καὶ ὄψομαι ὅ τι ἐὰν ἠ̨̃ καὶ ἀπαγγελω̃ σοι |
4 καὶ ἐλάλησεν Ιωναθαν περὶ Δαυιδ ἀγαθὰ πρὸς Σαουλ τὸν πατέρα αὐτου̃ καὶ εἰ̃πεν πρὸς αὐτόν μὴ ἁμαρτησάτω ὁ βασιλεὺς εἰς τὸν δου̃λόν σου Δαυιδ ὅτι οὐχ ἡμάρτηκεν εἰς σέ καὶ τὰ ποιήματα αὐτου̃ ἀγαθὰ σφόδρα |
5 καὶ ἔθετο τὴν ψυχὴν αὐτου̃ ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ ἐπάταξεν τὸν ἀλλόφυλον καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην καὶ πα̃ς Ισραηλ εἰ̃δον καὶ ἐχάρησαν καὶ ἵνα τί ἁμαρτάνεις εἰς αἱ̃μα ἀθω̨̃ον θανατω̃σαι τὸν Δαυιδ δωρεάν |
6 καὶ ἤκουσεν Σαουλ τη̃ς φωνη̃ς Ιωναθαν καὶ ὤμοσεν Σαουλ λέγων ζη̨̃ κύριος εἰ ἀποθανει̃ται |
7 καὶ ἐκάλεσεν Ιωναθαν τὸν Δαυιδ καὶ ἀπήγγειλεν αὐτω̨̃ πάντα τὰ ῥήματα ταυ̃τα καὶ εἰσήγαγεν Ιωναθαν τὸν Δαυιδ πρὸς Σαουλ καὶ ἠ̃ν ἐνώπιον αὐτου̃ ὡσεὶ ἐχθὲς καὶ τρίτην ἡμέραν |
8 καὶ προσέθετο ὁ πόλεμος γενέσθαι πρὸς Σαουλ καὶ κατίσχυσεν Δαυιδ καὶ ἐπολέμησεν τοὺς ἀλλοφύλους καὶ ἐπάταξεν ἐν αὐτοι̃ς πληγὴν μεγάλην σφόδρα καὶ ἔφυγον ἐκ προσώπου αὐτου̃ |
9 καὶ ἐγένετο πνευ̃μα θεου̃ πονηρὸν ἐπὶ Σαουλ καὶ αὐτὸς ἐν οἴκω̨ καθεύδων καὶ δόρυ ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ Δαυιδ ἔψαλλεν ἐν ται̃ς χερσὶν αὐτου̃ |
10 καὶ ἐζήτει Σαουλ πατάξαι τὸ δόρυ εἰς Δαυιδ καὶ ἀπέστη Δαυιδ ἐκ προσώπου Σαουλ καὶ ἐπάταξεν τὸ δόρυ εἰς τὸν τοι̃χον καὶ Δαυιδ ἀνεχώρησεν καὶ διεσώθη |
11 καὶ ἐγενήθη ἐν τη̨̃ νυκτὶ ἐκείνη̨ καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους εἰς οἰ̃κον Δαυιδ φυλάξαι αὐτὸν του̃ θανατω̃σαι αὐτὸν πρωί καὶ ἀπήγγειλεν τω̨̃ Δαυιδ Μελχολ ἡ γυνὴ αὐτου̃ λέγουσα ἐὰν μὴ σὺ σώση̨ς τὴν ψυχὴν σαυτου̃ τὴν νύκτα ταύτην αὔριον θανατωθήση̨ |
12 καὶ κατάγει ἡ Μελχολ τὸν Δαυιδ διὰ τη̃ς θυρίδος καὶ ἀπη̃λθεν καὶ ἔφυγεν καὶ σώ̨ζεται |
13 καὶ ἔλαβεν ἡ Μελχολ τὰ κενοτάφια καὶ ἔθετο ἐπὶ τὴν κλίνην καὶ ἡ̃παρ τω̃ν αἰγω̃ν ἔθετο πρὸς κεφαλη̃ς αὐτου̃ καὶ ἐκάλυψεν αὐτὰ ἱματίω̨ |
14 καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους λαβει̃ν τὸν Δαυιδ καὶ λέγουσιν ἐνοχλει̃σθαι αὐτόν |
15 καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυιδ λέγων ἀγάγετε αὐτὸν ἐπὶ τη̃ς κλίνης πρός με του̃ θανατω̃σαι αὐτόν |
16 καὶ ἔρχονται οἱ ἄγγελοι καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τη̃ς κλίνης καὶ ἡ̃παρ τω̃ν αἰγω̃ν πρὸς κεφαλη̃ς αὐτου̃ |
17 καὶ εἰ̃πεν Σαουλ τη̨̃ Μελχολ ἵνα τί οὕτως παρελογίσω με καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου καὶ διεσώθη καὶ εἰ̃πεν Μελχολ τω̨̃ Σαουλ αὐτὸς εἰ̃πεν ἐξαπόστειλόν με εἰ δὲ μή θανατώσω σε |
18 καὶ Δαυιδ ἔφυγεν καὶ διεσώθη καὶ παραγίνεται πρὸς Σαμουηλ εἰς Αρμαθαιμ καὶ ἀπαγγέλλει αὐτω̨̃ πάντα ὅσα ἐποίησεν αὐτω̨̃ Σαουλ καὶ ἐπορεύθη Δαυιδ καὶ Σαμουηλ καὶ ἐκάθισαν ἐν Ναυαθ ἐν Ραμα |
19 καὶ ἀπηγγέλη τω̨̃ Σαουλ λέγοντες ἰδοὺ Δαυιδ ἐν Ναυαθ ἐν Ραμα |
20 καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους λαβει̃ν τὸν Δαυιδ καὶ εἰ̃δαν τὴν ἐκκλησίαν τω̃ν προφητω̃ν καὶ Σαμουηλ εἱστήκει καθεστηκὼς ἐπ' αὐτω̃ν καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους του̃ Σαουλ πνευ̃μα θεου̃ καὶ προφητεύουσιν |
21 καὶ ἀπηγγέλη τω̨̃ Σαουλ καὶ ἀπέστειλεν ἀγγέλους ἑτέρους καὶ ἐπροφήτευσαν καὶ αὐτοί καὶ προσέθετο Σαουλ ἀποστει̃λαι ἀγγέλους τρίτους καὶ ἐπροφήτευσαν καὶ αὐτοί |
22 καὶ ἐθυμώθη ὀργη̨̃ Σαουλ καὶ ἐπορεύθη καὶ αὐτὸς εἰς Αρμαθαιμ καὶ ἔρχεται ἕως του̃ φρέατος του̃ ἅλω του̃ ἐν τω̨̃ Σεφι καὶ ἠρώτησεν καὶ εἰ̃πεν που̃ Σαμουηλ καὶ Δαυιδ καὶ εἰ̃παν ἰδοὺ ἐν Ναυαθ ἐν Ραμα |
23 καὶ ἐπορεύθη ἐκει̃θεν εἰς Ναυαθ ἐν Ραμα καὶ ἐγενήθη καὶ ἐπ' αὐτω̨̃ πνευ̃μα θεου̃ καὶ ἐπορεύετο προφητεύων ἕως του̃ ἐλθει̃ν αὐτὸν εἰς Ναυαθ ἐν Ραμα |
24 καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτου̃ καὶ ἐπροφήτευσεν ἐνώπιον αὐτω̃ν καὶ ἔπεσεν γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα διὰ του̃το ἔλεγον εἰ καὶ Σαουλ ἐν προφήταις |