Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 29

καὶ συναθροίζουσιν ἀλλόφυλοι πάσας τὰς παρεμβολὰς αὐτω̃ν εἰς Αφεκ καὶ Ισραηλ παρενέβαλεν ἐν Αενδωρ τη̨̃ ἐν Ιεζραελ
καὶ σατράπαι ἀλλοφύλων παρεπορεύοντο εἰς ἑκατοντάδας καὶ χιλιάδας καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτου̃ παρεπορεύοντο ἐπ' ἐσχάτων μετὰ Αγχους
καὶ εἰ̃πον οἱ σατράπαι τω̃ν ἀλλοφύλων τίνες οἱ διαπορευόμενοι οὑ̃τοι καὶ εἰ̃πεν Αγχους πρὸς τοὺς στρατηγοὺς τω̃ν ἀλλοφύλων οὐχ οὑ̃τος Δαυιδ ὁ δου̃λος Σαουλ βασιλέως Ισραηλ γέγονεν μεθ' ἡμω̃ν ἡμέρας του̃το δεύτερον ἔτος καὶ οὐχ εὕρηκα ἐν αὐτω̨̃ οὐθὲν ἀφ' ἡ̃ς ἡμέρας ἐνέπεσεν πρός με καὶ ἕως τη̃ς ἡμέρας ταύτης
καὶ ἐλυπήθησαν ἐπ' αὐτω̨̃ οἱ στρατηγοὶ τω̃ν ἀλλοφύλων καὶ λέγουσιν αὐτω̨̃ ἀπόστρεψον τὸν ἄνδρα εἰς τὸν τόπον αὐτου̃ οὑ̃ κατέστησας αὐτὸν ἐκει̃ καὶ μὴ ἐρχέσθω μεθ' ἡμω̃ν εἰς τὸν πόλεμον καὶ μὴ γινέσθω ἐπίβουλος τη̃ς παρεμβολη̃ς καὶ ἐν τίνι διαλλαγήσεται οὑ̃τος τω̨̃ κυρίω̨ αὐτου̃ οὐχὶ ἐν ται̃ς κεφαλαι̃ς τω̃ν ἀνδρω̃ν ἐκείνων
οὐχ οὑ̃τος Δαυιδ ὡ̨̃ ἐξη̃ρχον ἐν χοροι̃ς λέγοντες ἐπάταξεν Σαουλ ἐν χιλιάσιν αὐτου̃ καὶ Δαυιδ ἐν μυριάσιν αὐτου̃
καὶ ἐκάλεσεν Αγχους τὸν Δαυιδ καὶ εἰ̃πεν αὐτω̨̃ ζη̨̃ κύριος ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοι̃ς μου καὶ ἡ ἔξοδός σου καὶ ἡ εἴσοδός σου μετ' ἐμου̃ ἐν τη̨̃ παρεμβολη̨̃ καὶ ὅτι οὐχ εὕρηκα κατὰ σου̃ κακίαν ἀφ' ἡ̃ς ἡμέρας ἥκεις πρός με ἕως τη̃ς σήμερον ἡμέρας καὶ ἐν ὀφθαλμοι̃ς τω̃ν σατραπω̃ν οὐκ ἀγαθὸς σύ
καὶ νυ̃ν ἀνάστρεφε καὶ πορεύου εἰς εἰρήνην καὶ οὐ μὴ ποιήσεις κακίαν ἐν ὀφθαλμοι̃ς τω̃ν σατραπω̃ν τω̃ν ἀλλοφύλων
καὶ εἰ̃πεν Δαυιδ πρὸς Αγχους τί πεποίηκά σοι καὶ τί εὑ̃ρες ἐν τω̨̃ δούλω̨ σου ἀφ' ἡ̃ς ἡμέρας ἤμην ἐνώπιόν σου καὶ ἕως τη̃ς ἡμέρας ταύτης ὅτι οὐ μὴ ἔλθω πολεμη̃σαι τοὺς ἐχθροὺς του̃ κυρίου μου του̃ βασιλέως
καὶ ἀπεκρίθη Αγχους πρὸς Δαυιδ οἰ̃δα ὅτι ἀγαθὸς σὺ ἐν ὀφθαλμοι̃ς μου ἀλλ' οἱ σατράπαι τω̃ν ἀλλοφύλων λέγουσιν οὐχ ἥξει μεθ' ἡμω̃ν εἰς πόλεμον
10 καὶ νυ̃ν ὄρθρισον τὸ πρωί σὺ καὶ οἱ παι̃δες του̃ κυρίου σου οἱ ἥκοντες μετὰ σου̃ καὶ πορεύεσθε εἰς τὸν τόπον οὑ̃ κατέστησα ὑμα̃ς ἐκει̃ καὶ λόγον λοιμὸν μὴ θη̨̃ς ἐν καρδία̨ σου ὅτι ἀγαθὸς σὺ ἐνώπιόν μου καὶ ὀρθρίσατε ἐν τη̨̃ ὁδω̨̃ καὶ φωτισάτω ὑμι̃ν καὶ πορεύθητε
11 καὶ ὤρθρισεν Δαυιδ αὐτὸς καὶ οἱ ἄνδρες αὐτου̃ ἀπελθει̃ν καὶ φυλάσσειν τὴν γη̃ν τω̃ν ἀλλοφύλων καὶ οἱ ἀλλόφυλοι ἀνέβησαν πολεμει̃ν ἐπὶ Ισραηλ
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).