ΒΑΣΙΛΕΙΩΝ Α,
κεφαλίς 31
1 καὶ οἱ ἀλλόφυλοι ἐπολέμουν ἐπὶ Ισραηλ καὶ ἔφυγον οἱ ἄνδρες Ισραηλ ἐκ προσώπου τω̃ν ἀλλοφύλων καὶ πίπτουσιν τραυματίαι ἐν τω̨̃ ὄρει τω̨̃ Γελβουε |
2 καὶ συνάπτουσιν ἀλλόφυλοι τω̨̃ Σαουλ καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ καὶ τύπτουσιν ἀλλόφυλοι τὸν Ιωναθαν καὶ τὸν Αμιναδαβ καὶ τὸν Μελχισα υἱοὺς Σαουλ |
3 καὶ βαρύνεται ὁ πόλεμος ἐπὶ Σαουλ καὶ εὑρίσκουσιν αὐτὸν οἱ ἀκοντισταί ἄνδρες τοξόται καὶ ἐτραυματίσθη εἰς τὰ ὑποχόνδρια |
4 καὶ εἰ̃πεν Σαουλ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτου̃ σπάσαι τὴν ῥομφαίαν σου καὶ ἀποκέντησόν με ἐν αὐτη̨̃ μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὑ̃τοι καὶ ἀποκεντήσωσίν με καὶ ἐμπαίξωσίν μοι καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτου̃ ὅτι ἐφοβήθη σφόδρα καὶ ἔλαβεν Σαουλ τὴν ῥομφαίαν καὶ ἐπέπεσεν ἐπ' αὐτήν |
5 καὶ εἰ̃δεν ὁ αἴρων τὰ σκεύη αὐτου̃ ὅτι τέθνηκεν Σαουλ καὶ ἐπέπεσεν καὶ αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτου̃ καὶ ἀπέθανεν μετ' αὐτου̃ |
6 καὶ ἀπέθανεν Σαουλ καὶ οἱ τρει̃ς υἱοὶ αὐτου̃ καὶ ὁ αἴρων τὰ σκεύη αὐτου̃ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ κατὰ τὸ αὐτό |
7 καὶ εἰ̃δον οἱ ἄνδρες Ισραηλ οἱ ἐν τω̨̃ πέραν τη̃ς κοιλάδος καὶ οἱ ἐν τω̨̃ πέραν του̃ Ιορδάνου ὅτι ἔφυγον οἱ ἄνδρες Ισραηλ καὶ ὅτι τέθνηκεν Σαουλ καὶ οἱ υἱοὶ αὐτου̃ καὶ καταλείπουσιν τὰς πόλεις αὐτω̃ν καὶ φεύγουσιν καὶ ἔρχονται οἱ ἀλλόφυλοι καὶ κατοικου̃σιν ἐν αὐται̃ς |
8 καὶ ἐγενήθη τη̨̃ ἐπαύριον καὶ ἔρχονται οἱ ἀλλόφυλοι ἐκδιδύσκειν τοὺς νεκροὺς καὶ εὑρίσκουσιν τὸν Σαουλ καὶ τοὺς τρει̃ς υἱοὺς αὐτου̃ πεπτωκότας ἐπὶ τὰ ὄρη Γελβουε |
9 καὶ ἀποστρέφουσιν αὐτὸν καὶ ἐξέδυσαν τὰ σκεύη αὐτου̃ καὶ ἀποστέλλουσιν αὐτὰ εἰς γη̃ν ἀλλοφύλων κύκλω̨ εὐαγγελίζοντες τοι̃ς εἰδώλοις αὐτω̃ν καὶ τω̨̃ λαω̨̃ αὐτω̃ν |
10 καὶ ἀνέθηκαν τὰ σκεύη αὐτου̃ εἰς τὸ 'Ασταρτει̃ον καὶ τὸ σω̃μα αὐτου̃ κατέπηξαν ἐν τω̨̃ τείχει Βαιθσαν |
11 καὶ ἀκούουσιν οἱ κατοικου̃ντες Ιαβις τη̃ς Γαλααδίτιδος ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τω̨̃ Σαουλ |
12 καὶ ἀνέστησαν πα̃ς ἀνὴρ δυνάμεως καὶ ἐπορεύθησαν ὅλην τὴν νύκτα καὶ ἔλαβον τὸ σω̃μα Σαουλ καὶ τὸ σω̃μα Ιωναθαν του̃ υἱου̃ αὐτου̃ ἀπὸ τείχους Βαιθσαν καὶ φέρουσιν αὐτοὺς εἰς Ιαβις καὶ κατακαίουσιν αὐτοὺς ἐκει̃ |
13 καὶ λαμβάνουσιν τὰ ὀστα̃ αὐτω̃ν καὶ θάπτουσιν ὑπὸ τὴν ἄρουραν τὴν Ιαβις καὶ νηστεύουσιν ἑπτὰ ἡμέρας |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.