1 καὶ ἐγενήθη ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ καὶ ἐξη̃λθεν Ισραηλ εἰς ἀπάντησιν αὐτοι̃ς εἰς πόλεμον καὶ παρεμβάλλουσιν ἐπὶ Αβενεζερ καὶ οἱ ἀλλόφυλοι παρεμβάλλουσιν ἐν Αφεκ |
2 καὶ παρατάσσονται οἱ ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ καὶ ἔκλινεν ὁ πόλεμος καὶ ἔπταισεν ἀνὴρ Ισραηλ ἐνώπιον ἀλλοφύλων καὶ ἐπλήγησαν ἐν τη̨̃ παρατάξει ἐν ἀγρω̨̃ τέσσαρες χιλιάδες ἀνδρω̃ν |
3 καὶ ἠ̃λθεν ὁ λαὸς εἰς τὴν παρεμβολήν καὶ εἰ̃παν οἱ πρεσβύτεροι Ισραηλ κατὰ τί ἔπταισεν ἡμα̃ς κύριος σήμερον ἐνώπιον ἀλλοφύλων λάβωμεν τὴν κιβωτὸν του̃ θεου̃ ἡμω̃ν ἐκ Σηλωμ καὶ ἐξελθέτω ἐν μέσω̨ ἡμω̃ν καὶ σώσει ἡμα̃ς ἐκ χειρὸς ἐχθρω̃ν ἡμω̃ν |
4 καὶ ἀπέστειλεν ὁ λαὸς εἰς Σηλωμ καὶ αἴρουσιν ἐκει̃θεν τὴν κιβωτὸν κυρίου καθημένου χερουβιμ καὶ ἀμφότεροι οἱ υἱοὶ Ηλι μετὰ τη̃ς κιβωτου̃ Οφνι καὶ Φινεες |
5 καὶ ἐγενήθη ὡς ἠ̃λθεν κιβωτὸς κυρίου εἰς τὴν παρεμβολήν καὶ ἀνέκραξεν πα̃ς Ισραηλ φωνη̨̃ μεγάλη̨ καὶ ἤχησεν ἡ γη̃ |
6 καὶ ἤκουσαν οἱ ἀλλόφυλοι τη̃ς κραυγη̃ς καὶ εἰ̃πον οἱ ἀλλόφυλοι τίς ἡ κραυγὴ ἡ μεγάλη αὕτη ἐν παρεμβολη̨̃ τω̃ν Εβραίων καὶ ἔγνωσαν ὅτι κιβωτὸς κυρίου ἥκει εἰς τὴν παρεμβολήν |
7 καὶ ἐφοβήθησαν οἱ ἀλλόφυλοι καὶ εἰ̃πον οὑ̃τοι οἱ θεοὶ ἥκασιν πρὸς αὐτοὺς εἰς τὴν παρεμβολήν οὐαὶ ἡμι̃ν ἐξελου̃ ἡμα̃ς κύριε σήμερον ὅτι οὐ γέγονεν τοιαύτη ἐχθὲς καὶ τρίτην |
8 οὐαὶ ἡμι̃ν τίς ἐξελει̃ται ἡμα̃ς ἐκ χειρὸς τω̃ν θεω̃ν τω̃ν στερεω̃ν τούτων οὑ̃τοι οἱ θεοὶ οἱ πατάξαντες τὴν Αἴγυπτον ἐν πάση̨ πληγη̨̃ καὶ ἐν τη̨̃ ἐρήμω̨ |
9 κραταιου̃σθε καὶ γίνεσθε εἰς ἄνδρας ἀλλόφυλοι μήποτε δουλεύσητε τοι̃ς Εβραίοις καθὼς ἐδούλευσαν ἡμι̃ν καὶ ἔσεσθε εἰς ἄνδρας καὶ πολεμήσατε αὐτούς |
10 καὶ ἐπολέμησαν αὐτούς καὶ πταίει ἀνὴρ Ισραηλ καὶ ἔφυγεν ἕκαστος εἰς σκήνωμα αὐτου̃ καὶ ἐγένετο πληγὴ μεγάλη σφόδρα καὶ ἔπεσαν ἐξ Ισραηλ τριάκοντα χιλιάδες ταγμάτων |
11 καὶ κιβωτὸς θεου̃ ἐλήμφθη καὶ ἀμφότεροι υἱοὶ Ηλι ἀπέθανον Οφνι καὶ Φινεες |
12 καὶ ἔδραμεν ἀνὴρ Ιεμιναι̃ος ἐκ τη̃ς παρατάξεως καὶ ἠ̃λθεν εἰς Σηλωμ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ τὰ ἱμάτια αὐτου̃ διερρηγότα καὶ γη̃ ἐπὶ τη̃ς κεφαλη̃ς αὐτου̃ |
13 καὶ ἠ̃λθεν καὶ ἰδοὺ Ηλι ἐκάθητο ἐπὶ του̃ δίφρου παρὰ τὴν πύλην σκοπεύων τὴν ὁδόν ὅτι ἠ̃ν ἡ καρδία αὐτου̃ ἐξεστηκυι̃α περὶ τη̃ς κιβωτου̃ του̃ θεου̃ καὶ ὁ ἄνθρωπος εἰση̃λθεν εἰς τὴν πόλιν ἀπαγγει̃λαι καὶ ἀνεβόησεν ἡ πόλις |
14 καὶ ἤκουσεν Ηλι τὴν φωνὴν τη̃ς βοη̃ς καὶ εἰ̃πεν τίς ἡ βοὴ τη̃ς φωνη̃ς ταύτης καὶ ὁ ἄνθρωπος σπεύσας εἰση̃λθεν καὶ ἀπήγγειλεν τω̨̃ Ηλι |
15 καὶ Ηλι υἱὸς ἐνενήκοντα ἐτω̃ν καὶ οἱ ὀφθαλμοὶ αὐτου̃ ἐπανέστησαν καὶ οὐκ ἔβλεπεν καὶ εἰ̃πεν Ηλὶ τοι̃ς ἀνδράσιν τοι̃ς περιεστηκόσιν αὐτω̨̃ τίς ἡ φωνὴ του̃ ἤχους τούτου |
16 καὶ ὁ ἀνὴρ σπεύσας προση̃λθεν πρὸς Ηλι καὶ εἰ̃πεν αὐτω̨̃ ἐγώ εἰμι ὁ ἥκων ἐκ τη̃ς παρεμβολη̃ς κἀγὼ πέφευγα ἐκ τη̃ς παρατάξεως σήμερον καὶ εἰ̃πεν τί τὸ γεγονὸς ῥη̃μα τέκνον |
17 καὶ ἀπεκρίθη τὸ παιδάριον καὶ εἰ̃πεν πέφευγεν ἀνὴρ Ισραηλ ἐκ προσώπου ἀλλοφύλων καὶ ἐγένετο πληγὴ μεγάλη ἐν τω̨̃ λαω̨̃ καὶ ἀμφότεροι οἱ υἱοί σου τεθνήκασιν καὶ ἡ κιβωτὸς του̃ θεου̃ ἐλήμφθη |
18 καὶ ἐγένετο ὡς ἐμνήσθη τη̃ς κιβωτου̃ του̃ θεου̃ καὶ ἔπεσεν ἀπὸ του̃ δίφρου ὀπισθίως ἐχόμενος τη̃ς πύλης καὶ συνετρίβη ὁ νω̃τος αὐτου̃ καὶ ἀπέθανεν ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη |
19 καὶ νύμφη αὐτου̃ γυνὴ Φινεες συνειληφυι̃α του̃ τεκει̃ν καὶ ἤκουσεν τὴν ἀγγελίαν ὅτι ἐλήμφθη ἡ κιβωτὸς του̃ θεου̃ καὶ ὅτι τέθνηκεν ὁ πενθερὸς αὐτη̃ς καὶ ὁ ἀνὴρ αὐτη̃ς καὶ ὤκλασεν καὶ ἔτεκεν ὅτι ἐπεστράφησαν ἐπ' αὐτὴν ὠδι̃νες αὐτη̃ς |
20 καὶ ἐν τω̨̃ καιρω̨̃ αὐτη̃ς ἀποθνή̨σκει καὶ εἰ̃πον αὐτη̨̃ αἱ γυναι̃κες αἱ παρεστηκυι̃αι αὐτη̨̃ μὴ φοβου̃ ὅτι υἱὸν τέτοκας καὶ οὐκ ἀπεκρίθη καὶ οὐκ ἐνόησεν ἡ καρδία αὐτη̃ς |
21 καὶ ἐκάλεσεν τὸ παιδάριον Οὐαὶ βαρχαβωθ ὑπὲρ τη̃ς κιβωτου̃ του̃ θεου̃ καὶ ὑπὲρ του̃ πενθερου̃ αὐτη̃ς καὶ ὑπὲρ του̃ ἀνδρὸς αὐτη̃ς |
22 καὶ εἰ̃παν ἀπώ̨κισται δόξα Ισραηλ ἐν τω̨̃ λημφθη̃ναι τὴν κιβωτὸν κυρίου |