1 καὶ ἠ̃ν ἀνὴρ ἐξ υἱω̃ν Βενιαμιν καὶ ὄνομα αὐτω̨̃ Κις υἱὸς Αβιηλ υἱου̃ Σαρεδ υἱου̃ Βαχιρ υἱου̃ Αφεκ υἱου̃ ἀνδρὸς Ιεμιναίου ἀνὴρ δυνατός |
2 καὶ τούτω̨ υἱός καὶ ὄνομα αὐτω̨̃ Σαουλ εὐμεγέθης ἀνὴρ ἀγαθός καὶ οὐκ ἠ̃ν ἐν υἱοι̃ς Ισραηλ ἀγαθὸς ὑπὲρ αὐτόν ὑπὲρ ὠμίαν καὶ ἐπάνω ὑψηλὸς ὑπὲρ πα̃σαν τὴν γη̃ν |
3 καὶ ἀπώλοντο αἱ ὄνοι Κις πατρὸς Σαουλ καὶ εἰ̃πεν Κις πρὸς Σαουλ τὸν υἱὸν αὐτου̃ λαβὲ μετὰ σεαυτου̃ ἓν τω̃ν παιδαρίων καὶ ἀνάστητε καὶ πορεύθητε καὶ ζητήσατε τὰς ὄνους |
4 καὶ διη̃λθον δι' ὄρους Εφραιμ καὶ διη̃λθον διὰ τη̃ς γη̃ς Σελχα καὶ οὐχ εὑ̃ρον καὶ διη̃λθον διὰ τη̃ς γη̃ς Εασακεμ καὶ οὐκ ἠ̃ν καὶ διη̃λθον διὰ τη̃ς γη̃ς Ιακιμ καὶ οὐχ εὑ̃ρον |
5 αὐτω̃ν ἐλθόντων εἰς τὴν Σιφ καὶ Σαουλ εἰ̃πεν τω̨̃ παιδαρίω̨ αὐτου̃ τω̨̃ μετ' αὐτου̃ δευ̃ρο καὶ ἀναστρέψωμεν μὴ ἀνεὶς ὁ πατήρ μου τὰς ὄνους φροντίζη̨ περὶ ἡμω̃ν |
6 καὶ εἰ̃πεν αὐτω̨̃ τὸ παιδάριον ἰδοὺ δὴ ἄνθρωπος του̃ θεου̃ ἐν τη̨̃ πόλει ταύτη̨ καὶ ὁ ἄνθρωπος ἔνδοξος πα̃ν ὃ ἐὰν λαλήση̨ παραγινόμενον παρέσται καὶ νυ̃ν πορευθω̃μεν ὅπως ἀπαγγείλη̨ ἡμι̃ν τὴν ὁδὸν ἡμω̃ν ἐφ' ἣν ἐπορεύθημεν ἐπ' αὐτήν |
7 καὶ εἰ̃πεν Σαουλ τω̨̃ παιδαρίω̨ αὐτου̃ τω̨̃ μετ' αὐτου̃ καὶ ἰδοὺ πορευσόμεθα καὶ τί οἴσομεν τω̨̃ ἀνθρώπω̨ του̃ θεου̃ ὅτι οἱ ἄρτοι ἐκλελοίπασιν ἐκ τω̃ν ἀγγείων ἡμω̃ν καὶ πλει̃ον οὐκ ἔστιν μεθ' ἡμω̃ν εἰσενεγκει̃ν τω̨̃ ἀνθρώπω̨ του̃ θεου̃ τὸ ὑπάρχον ἡμι̃ν |
8 καὶ προσέθετο τὸ παιδάριον ἀποκριθη̃ναι τω̨̃ Σαουλ καὶ εἰ̃πεν ἰδοὺ εὕρηται ἐν τη̨̃ χειρί μου τέταρτον σίκλου ἀργυρίου καὶ δώσεις τω̨̃ ἀνθρώπω̨ του̃ θεου̃ καὶ ἀπαγγελει̃ ἡμι̃ν τὴν ὁδὸν ἡμω̃ν |
9 καὶ ἔμπροσθεν ἐν Ισραηλ τάδε ἔλεγεν ἕκαστος ἐν τω̨̃ πορεύεσθαι ἐπερωτα̃ν τὸν θεόν δευ̃ρο πορευθω̃μεν πρὸς τὸν βλέποντα ὅτι τὸν προφήτην ἐκάλει ὁ λαὸς ἔμπροσθεν ὁ βλέπων |
10 καὶ εἰ̃πεν Σαουλ πρὸς τὸ παιδάριον αὐτου̃ ἀγαθὸν τὸ ῥη̃μα δευ̃ρο καὶ πορευθω̃μεν καὶ ἐπορεύθησαν εἰς τὴν πόλιν οὑ̃ ἠ̃ν ἐκει̃ ὁ ἄνθρωπος του̃ θεου̃ |
11 αὐτω̃ν ἀναβαινόντων τὴν ἀνάβασιν τη̃ς πόλεως καὶ αὐτοὶ εὑρίσκουσιν τὰ κοράσια ἐξεληλυθότα ὑδρεύσασθαι ὕδωρ καὶ λέγουσιν αὐται̃ς εἰ ἔστιν ἐνταυ̃θα ὁ βλέπων |
12 καὶ ἀπεκρίθη τὰ κοράσια αὐτοι̃ς καὶ λέγουσιν αὐτοι̃ς ἔστιν ἰδοὺ κατὰ πρόσωπον ὑμω̃ν νυ̃ν διὰ τὴν ἡμέραν ἥκει εἰς τὴν πόλιν ὅτι θυσία σήμερον τω̨̃ λαω̨̃ ἐν Βαμα |
13 ὡς ἂν εἰσέλθητε τὴν πόλιν οὕτως εὑρήσετε αὐτὸν ἐν τη̨̃ πόλει πρὶν ἀναβη̃ναι αὐτὸν εἰς Βαμα του̃ φαγει̃ν ὅτι οὐ μὴ φάγη̨ ὁ λαὸς ἕως του̃ εἰσελθει̃ν αὐτόν ὅτι οὑ̃τος εὐλογει̃ τὴν θυσίαν καὶ μετὰ ταυ̃τα ἐσθίουσιν οἱ ξένοι καὶ νυ̃ν ἀνάβητε ὅτι διὰ τὴν ἡμέραν εὑρήσετε αὐτόν |
14 καὶ ἀναβαίνουσιν τὴν πόλιν αὐτω̃ν εἰσπορευομένων εἰς μέσον τη̃ς πόλεως καὶ ἰδοὺ Σαμουηλ ἐξη̃λθεν εἰς ἀπάντησιν αὐτω̃ν του̃ ἀναβη̃ναι εἰς Βαμα |
15 καὶ κύριος ἀπεκάλυψεν τὸ ὠτίον Σαμουηλ ἡμέρα̨ μια̨̃ ἔμπροσθεν του̃ ἐλθει̃ν πρὸς αὐτὸν Σαουλ λέγων |
16 ὡς ὁ καιρὸς αὔριον ἀποστελω̃ πρὸς σὲ ἄνδρα ἐκ γη̃ς Βενιαμιν καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου Ισραηλ καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοφύλων ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν του̃ λαου̃ μου ὅτι ἠ̃λθεν βοὴ αὐτω̃ν πρός με |
17 καὶ Σαμουηλ εἰ̃δεν τὸν Σαουλ καὶ κύριος ἀπεκρίθη αὐτω̨̃ ἰδοὺ ὁ ἄνθρωπος ὃν εἰ̃πά σοι οὑ̃τος ἄρξει ἐν τω̨̃ λαω̨̃ μου |
18 καὶ προσήγαγεν Σαουλ πρὸς Σαμουηλ εἰς μέσον τη̃ς πόλεως καὶ εἰ̃πεν ἀπάγγειλον δὴ ποι̃ος ὁ οἰ̃κος του̃ βλέποντος |
19 καὶ ἀπεκρίθη Σαμουηλ τω̨̃ Σαουλ καὶ εἰ̃πεν ἐγώ εἰμι αὐτός ἀνάβηθι ἔμπροσθέν μου εἰς Βαμα καὶ φάγε μετ' ἐμου̃ σήμερον καὶ ἐξαποστελω̃ σε πρωὶ καὶ πάντα τὰ ἐν τη̨̃ καρδία̨ σου ἀπαγγελω̃ σοι |
20 καὶ περὶ τω̃ν ὄνων σου τω̃ν ἀπολωλυιω̃ν σήμερον τριταίων μὴ θη̨̃ς τὴν καρδίαν σου αὐται̃ς ὅτι εὕρηνται καὶ τίνι τὰ ὡραι̃α του̃ Ισραηλ οὐ σοὶ καὶ τω̨̃ οἴκω̨ του̃ πατρός σου |
21 καὶ ἀπεκρίθη Σαουλ καὶ εἰ̃πεν οὐχὶ ἀνδρὸς υἱὸς Ιεμιναίου ἐγώ εἰμι του̃ μικρου̃ σκήπτρου φυλη̃ς Ισραηλ καὶ τη̃ς φυλη̃ς τη̃ς ἐλαχίστης ἐξ ὅλου σκήπτρου Βενιαμιν καὶ ἵνα τί ἐλάλησας πρὸς ἐμὲ κατὰ τὸ ῥη̃μα του̃το |
22 καὶ ἔλαβεν Σαμουηλ τὸν Σαουλ καὶ τὸ παιδάριον αὐτου̃ καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὸ κατάλυμα καὶ ἔθετο αὐτοι̃ς τόπον ἐν πρώτοις τω̃ν κεκλημένων ὡσεὶ ἑβδομήκοντα ἀνδρω̃ν |
23 καὶ εἰ̃πεν Σαμουηλ τω̨̃ μαγείρω̨ δός μοι τὴν μερίδα ἣν ἔδωκά σοι ἣν εἰ̃πά σοι θει̃ναι αὐτὴν παρὰ σοί |
24 καὶ ὕψωσεν ὁ μάγειρος τὴν κωλέαν καὶ παρέθηκεν αὐτὴν ἐνώπιον Σαουλ καὶ εἰ̃πεν Σαμουηλ τω̨̃ Σαουλ ἰδοὺ ὑπόλειμμα παράθες αὐτὸ ἐνώπιόν σου καὶ φάγε ὅτι εἰς μαρτύριον τέθειταί σοι παρὰ τοὺς ἄλλους ἀπόκνιζε καὶ ἔφαγεν Σαουλ μετὰ Σαμουηλ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ |
25 καὶ κατέβη ἐκ τη̃ς Βαμα ἐν τη̨̃ πόλει καὶ διέστρωσαν τω̨̃ Σαουλ ἐπὶ τω̨̃ δώματι |
26 καὶ ἐκοιμήθη καὶ ἐγένετο ὡς ἀνέβαινεν ὁ ὄρθρος καὶ ἐκάλεσεν Σαμουηλ τὸν Σαουλ ἐπὶ τω̨̃ δώματι λέγων ἀνάστα καὶ ἐξαποστελω̃ σε καὶ ἀνέστη Σαουλ καὶ ἐξη̃λθεν αὐτὸς καὶ Σαμουηλ ἕως ἔξω |
27 αὐτω̃ν καταβαινόντων εἰς μέρος τη̃ς πόλεως καὶ Σαμουηλ εἰ̃πεν τω̨̃ Σαουλ εἰπὸν τω̨̃ νεανίσκω̨ καὶ διελθέτω ἔμπροσθεν ἡμω̃ν καὶ σὺ στη̃θι ὡς σήμερον καὶ ἄκουσον ῥη̃μα θεου̃ |