Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Α, κεφαλίς 4

1 Χριστου̃ οὐ̃ν παθόντος σαρκὶ καὶ ὑμει̃ς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε ὅτι ὁ παθὼν σαρκὶ πέπαυται ἁμαρτίας
2 εἰς τò μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεου̃ τòν ἐπίλοιπον ἐν σαρκὶ βιω̃σαι χρόνον
3 ἀρκετòς γὰρ ὁ παρεληλυθὼς χρόνος τò βούλημα τω̃ν ἐθνω̃ν κατειργάσθαι πεπορευμένους ἐν ἀσελγείαις ἐπιθυμίαις οἰνοφλυγίαις κώμοις πότοις καὶ ἀθεμίτοις εἰδωλολατρίαις
4 ἐν ὡ̨̃ ξενίζονται μὴ συντρεχόντων ὑμω̃ν εἰς τὴν αὐτὴν τη̃ς ἀσωτίας ἀνάχυσιν βλασφημου̃ντες
5 οἳ ἀποδώσουσιν λόγον τω̨̃ ἑτοίμως ἔχοντι κρι̃ναι ζω̃ντας καὶ νεκρούς
6 εἰς του̃το γὰρ καὶ νεκροι̃ς εὐηγγελίσθη ἵνα κριθω̃σι μὲν κατὰ ἀνθρώπους σαρκὶ ζω̃σι δὲ κατὰ θεòν πνεύματι
7 πάντων δὲ τò τέλος ἤγγικεν σωφρονήσατε οὐ̃ν καὶ νήψατε εἰς προσευχάς
8 πρò πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενη̃ ἔχοντες ὅτι ἀγάπη καλύπτει πλη̃θος ἁμαρτιω̃ν
9 φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμου̃
10 ἕκαστος καθὼς ἔλαβεν χάρισμα εἰς ἑαυτοὺς αὐτò διακονου̃ντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεου̃
11 εἴ τις λαλει̃ ὡς λόγια θεου̃ εἴ τις διακονει̃ ὡς ἐξ ἰσχύος ἡ̃ς χορηγει̃ ὁ θεός ἵνα ἐν πα̃σιν δοξάζηται ὁ θεòς διὰ ’Ιησου̃ Χριστου̃ ὡ̨̃ ἐστιν ἡ δόξα καὶ τò κράτος εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων ἀμήν
12 ἀγαπητοί μὴ ξενίζεσθε τη̨̃ ἐν ὑμι̃ν πυρώσει πρòς πειρασμòν ὑμι̃ν γινομένη̨ ὡς ξένου ὑμι̃ν συμβαίνοντος
13 ἀλλὰ καθò κοινωνει̃τε τοι̃ς του̃ Χριστου̃ παθήμασιν χαίρετε ἵνα καὶ ἐν τη̨̃ ἀποκαλύψει τη̃ς δόξης αὐτου̃ χαρη̃τε ἀγαλλιώμενοι
14 εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστου̃ μακάριοι ὅτι τò τη̃ς δόξης καὶ τò του̃ θεου̃ πνευ̃μα ἐφ' ὑμα̃ς ἀναπαύεται
15 μὴ γάρ τις ὑμω̃ν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιòς ἢ ὡς ἀλλοτριεπίσκοπος
16 εἰ δὲ ὡς Χριστιανός μὴ αἰσχυνέσθω δοξαζέτω δὲ τòν θεòν ἐν τω̨̃ ὀνόματι τούτω̨
17 ὅτι ὁ καιρòς του̃ ἄρξασθαι τò κρίμα ἀπò του̃ οἴκου του̃ θεου̃ εἰ δὲ πρω̃τον ἀφ' ἡμω̃ν τί τò τέλος τω̃ν ἀπειθούντων τω̨̃ του̃ θεου̃ εὐαγγελίω̨
18 καὶ εἰ ὁ δίκαιος μόλις σώ̨ζεται ὁ ἀσεβὴς καὶ ἁμαρτωλòς που̃ φανει̃ται
19 ὥστε καὶ οἱ πάσχοντες κατὰ τò θέλημα του̃ θεου̃ πιστω̨̃ κτίστη̨ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτω̃ν ἐν ἀγαθοποιΐα̨
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).