ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΊΣ Α,
κεφαλίς 4,
στἰχοι 1-12
1 λοιπòν οὐ̃ν ἀδελφοί ἐρωτω̃μεν ὑμα̃ς καὶ παρακαλου̃μεν ἐν κυρίω̨ ’Ιησου̃ ἵνα καθὼς παρελάβετε παρ' ἡμω̃ν τò πω̃ς δει̃ ὑμα̃ς περιπατει̃ν καὶ ἀρέσκειν θεω̨̃ καθὼς καὶ περιπατει̃τε ἵνα περισσεύητε μα̃λλον |
2 οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμι̃ν διὰ του̃ κυρίου ’Ιησου̃ |
3 του̃το γάρ ἐστιν θέλημα του̃ θεου̃ ὁ ἁγιασμòς ὑμω̃ν ἀπέχεσθαι ὑμα̃ς ἀπò τη̃ς πορνείας |
4 εἰδέναι ἕκαστον ὑμω̃ν τò ἑαυτου̃ σκευ̃ος κτα̃σθαι ἐν ἁγιασμω̨̃ καὶ τιμη̨̃ |
5 μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τòν θεόν |
6 τò μὴ ὑπερβαίνειν καὶ πλεονεκτει̃ν ἐν τω̨̃ πράγματι τòν ἀδελφòν αὐτου̃ διότι ἔκδικος κύριος περὶ πάντων τούτων καθὼς καὶ προείπαμεν ὑμι̃ν καὶ διεμαρτυράμεθα |
7 οὐ γὰρ ἐκάλεσεν ἡμα̃ς ὁ θεòς ἐπὶ ἀκαθαρσία̨ ἀλλ' ἐν ἁγιασμω̨̃ |
8 τοιγαρου̃ν ὁ ἀθετω̃ν οὐκ ἄνθρωπον ἀθετει̃ ἀλλὰ τòν θεòν τòν καὶ διδόντα τò πνευ̃μα αὐτου̃ τò ἅγιον εἰς ὑμα̃ς |
9 περὶ δὲ τη̃ς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμι̃ν αὐτοὶ γὰρ ὑμει̃ς θεοδίδακτοί ἐστε εἰς τò ἀγαπα̃ν ἀλλήλους |
10 καὶ γὰρ ποιει̃τε αὐτò εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλη̨ τη̨̃ Μακεδονία̨ παρακαλου̃μεν δὲ ὑμα̃ς ἀδελφοί περισσεύειν μα̃λλον |
11 καὶ φιλοτιμει̃σθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια καὶ ἐργάζεσθαι ται̃ς ἰδίαις χερσὶν ὑμω̃ν καθὼς ὑμι̃ν παρηγγείλαμεν |
12 ἵνα περιπατη̃τε εὐσχημόνως πρòς τοὺς ἔξω καὶ μηδενòς χρείαν ἔχητε |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.