Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 13

ἐν τω̨̃ ὀκτωκαιδεκάτω̨ ἔτει τη̃ς βασιλείας Ιεροβοαμ ἐβασίλευσεν Αβια ἐπὶ Ιουδαν
ἔτη τρία ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Μααχα θυγάτηρ Ουριηλ ἀπὸ Γαβαων καὶ πόλεμος ἠ̃ν ἀνὰ μέσον Αβια καὶ ἀνὰ μέσον Ιεροβοαμ
καὶ παρετάξατο Αβια τὸν πόλεμον ἐν δυνάμει πολεμισται̃ς δυνάμεως τετρακοσίαις χιλιάσιν ἀνδρω̃ν δυνατω̃ν καὶ Ιεροβοαμ παρετάξατο πρὸς αὐτὸν πόλεμον ἐν ὀκτακοσίαις χιλιάσιν δυνατοὶ πολεμισταὶ δυνάμεως
καὶ ἀνέστη Αβια ἀπὸ του̃ ὄρους Σομορων ὅ ἐστιν ἐν τω̨̃ ὄρει Εφραιμ καὶ εἰ̃πεν ἀκούσατε Ιεροβοαμ καὶ πα̃ς Ισραηλ
οὐχ ὑμι̃ν γνω̃ναι ὅτι κύριος ὁ θεὸς Ισραηλ ἔδωκεν βασιλείαν ἐπὶ τὸν Ισραηλ εἰς τὸν αἰω̃να τω̨̃ Δαυιδ καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ διαθήκην ἁλός
καὶ ἀνέστη Ιεροβοαμ ὁ του̃ Ναβατ ὁ παι̃ς Σαλωμων του̃ Δαυιδ καὶ ἀπέστη ἀπὸ του̃ κυρίου αὐτου̃
καὶ συνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ υἱοὶ παράνομοι καὶ ἀντέστη πρὸς Ροβοαμ τὸν του̃ Σαλωμων καὶ Ροβοαμ ἠ̃ν νεώτερος καὶ δειλὸς τη̨̃ καρδία̨ καὶ οὐκ ἀντέστη κατὰ πρόσωπον αὐτου̃
καὶ νυ̃ν λέγετε ὑμει̃ς ἀντιστη̃ναι κατὰ πρόσωπον βασιλείας κυρίου διὰ χειρὸς υἱω̃ν Δαυιδ καὶ ὑμει̃ς πλη̃θος πολύ καὶ μεθ' ὑμω̃ν μόσχοι χρυσοι̃ οὓς ἐποίησεν ὑμι̃ν Ιεροβοαμ εἰς θεούς
ἠ̃ οὐκ ἐξεβάλετε τοὺς ἱερει̃ς κυρίου τοὺς υἱοὺς Ααρων καὶ τοὺς Λευίτας καὶ ἐποιήσατε ἑαυτοι̃ς ἱερει̃ς ἐκ του̃ λαου̃ τη̃ς γη̃ς πα̃ς ὁ προσπορευόμενος πληρω̃σαι τὰς χει̃ρας ἐν μόσχω̨ ἐκ βοω̃ν καὶ κριοι̃ς ἑπτὰ καὶ ἐγίνετο εἰς ἱερέα τω̨̃ μὴ ὄντι θεω̨̃
10 καὶ ἡμει̃ς κύριον τὸν θεὸν ἡμω̃ν οὐκ ἐγκατελίπομεν καὶ οἱ ἱερει̃ς αὐτου̃ λειτουργου̃σιν τω̨̃ κυρίω̨ οἱ υἱοὶ Ααρων καὶ οἱ Λευι̃ται ἐν ται̃ς ἐφημερίαις αὐτω̃ν
11 θυμιω̃σιν τω̨̃ κυρίω̨ ὁλοκαυτώματα πρωὶ καὶ δείλης καὶ θυμίαμα συνθέσεως καὶ προθέσεις ἄρτων ἐπὶ τη̃ς τραπέζης τη̃ς καθαρα̃ς καὶ ἡ λυχνία ἡ χρυση̃ καὶ οἱ λυχνοὶ τη̃ς καύσεως ἀνάψαι δείλης ὅτι φυλάσσομεν ἡμει̃ς τὰς φυλακὰς κυρίου του̃ θεου̃ τω̃ν πατέρων ἡμω̃ν καὶ ὑμει̃ς ἐγκατελίπετε αὐτόν
12 καὶ ἰδοὺ μεθ' ἡμω̃ν ἐν ἀρχη̨̃ κύριος καὶ οἱ ἱερει̃ς αὐτου̃ καὶ αἱ σάλπιγγες τη̃ς σημασίας του̃ σημαίνειν ἐφ' ὑμα̃ς οἱ υἱοὶ του̃ Ισραηλ πολεμήσετε πρὸς κύριον θεὸν τω̃ν πατέρων ἡμω̃ν ὅτι οὐκ εὐοδωθήσεται ὑμι̃ν
13 καὶ Ιεροβοαμ ἀπέστρεψεν τὸ ἔνεδρον ἐλθει̃ν αὐτω̃ν ἐκ τω̃ν ὄπισθεν καὶ ἐγένετο ἔμπροσθεν Ιουδα καὶ τὸ ἔνεδρον ἐκ τω̃ν ὄπισθεν
14 καὶ ἀπέστρεψεν Ιουδας καὶ ἰδοὺ αὐτοι̃ς ὁ πόλεμος ἐκ τω̃ν ἔμπροσθεν καὶ ἐκ τω̃ν ὄπισθεν καὶ ἐβόησαν πρὸς κύριον καὶ οἱ ἱερει̃ς ἐσάλπισαν ται̃ς σάλπιγξιν
15 καὶ ἐβόησαν ἄνδρες Ιουδα καὶ ἐγένετο ἐν τω̨̃ βοα̃ν ἄνδρας Ιουδα καὶ κύριος ἐπάταξεν τὸν Ιεροβοαμ καὶ τὸν Ισραηλ ἐναντίον Αβια καὶ Ιουδα
16 καὶ ἔφυγον οἱ υἱοὶ Ισραηλ ἀπὸ προσώπου Ιουδα καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χει̃ρας αὐτω̃ν
17 καὶ ἐπάταξεν ἐν αὐτοι̃ς Αβια καὶ ὁ λαὸς αὐτου̃ πληγὴν μεγάλην καὶ ἔπεσον τραυματίαι ἀπὸ Ισραηλ πεντακόσιαι χιλιάδες ἄνδρες δυνατοί
18 καὶ ἐταπεινώθησαν οἱ υἱοὶ Ισραηλ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ κατίσχυσαν οἱ υἱοὶ Ιουδα ὅτι ἤλπισαν ἐπὶ κύριον θεὸν τω̃ν πατέρων αὐτω̃ν
19 καὶ κατεδίωξεν Αβια ὀπίσω Ιεροβοαμ καὶ προκατελάβετο παρ' αὐτου̃ πόλεις τὴν Βαιθηλ καὶ τὰς κώμας αὐτη̃ς καὶ τὴν Ισανα καὶ τὰς κώμας αὐτη̃ς καὶ τὴν Εφρων καὶ τὰς κώμας αὐτη̃ς
20 καὶ οὐκ ἔσχεν ἰσχὺν Ιεροβοαμ ἔτι πάσας τὰς ἡμέρας Αβια καὶ ἐπάταξεν αὐτὸν κύριος καὶ ἐτελεύτησεν
21 καὶ κατίσχυσεν Αβια καὶ ἔλαβεν ἑαυτω̨̃ γυναι̃κας δέκα τέσσαρας καὶ ἐγέννησεν υἱοὺς εἴκοσι δύο καὶ θυγατέρας δέκα ἕξ
22 καὶ οἱ λοιποὶ λόγοι Αβια καὶ αἱ πράξεις αὐτου̃ καὶ οἱ λόγοι αὐτου̃ γεγραμμένοι ἐπὶ βιβλίω̨ του̃ προφήτου Αδδω
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).