ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β,
κεφαλίς 17
1 καὶ ἐβασίλευσεν Ιωσαφατ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ καὶ κατίσχυσεν Ιωσαφατ ἐπὶ τὸν Ισραηλ |
2 καὶ ἔδωκεν δύναμιν ἐν πάσαις ται̃ς πόλεσιν Ιουδα ται̃ς ὀχυραι̃ς καὶ κατέστησεν ἡγουμένους ἐν πάσαις ται̃ς πόλεσιν Ιουδα καὶ ἐν πόλεσιν Εφραιμ ἃς προκατελάβετο Ασα ὁ πατὴρ αὐτου̃ |
3 καὶ ἐγένετο κύριος μετὰ Ιωσαφατ ὅτι ἐπορεύθη ἐν ὁδοι̃ς του̃ πατρὸς αὐτου̃ ται̃ς πρώταις καὶ οὐκ ἐξεζήτησεν τὰ εἴδωλα |
4 ἀλλὰ κύριον τὸν θεὸν του̃ πατρὸς αὐτου̃ ἐξεζήτησεν καὶ ἐν ται̃ς ἐντολαι̃ς του̃ πατρὸς αὐτου̃ ἐπορεύθη καὶ οὐχ ὡς του̃ Ισραηλ τὰ ἔργα |
5 καὶ κατηύθυνεν κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτου̃ καὶ ἔδωκεν πα̃ς Ιουδα δω̃ρα τω̨̃ Ιωσαφατ καὶ ἐγένετο αὐτω̨̃ πλου̃τος καὶ δόξα πολλή |
6 καὶ ὑψώθη καρδία αὐτου̃ ἐν ὁδω̨̃ κυρίου καὶ ἔτι ἐξη̃ρεν τὰ ὑψηλὰ καὶ τὰ ἄλση ἀπὸ τη̃ς γη̃ς Ιουδα |
7 καὶ ἐν τω̨̃ τρίτω̨ ἔτει τη̃ς βασιλείας αὐτου̃ ἀπέστειλεν τοὺς ἡγουμένους αὐτου̃ καὶ τοὺς υἱοὺς τω̃ν δυνατω̃ν τὸν Αβδιαν καὶ Ζαχαριαν καὶ Ναθαναηλ καὶ Μιχαιαν διδάσκειν ἐν πόλεσιν Ιουδα |
8 καὶ μετ' αὐτω̃ν οἱ Λευι̃ται Σαμουιας καὶ Ναθανιας καὶ Ζαβδιας καὶ Ασιηλ καὶ Σεμιραμωθ καὶ Ιωναθαν καὶ Αδωνιας καὶ Τωβιας οἱ Λευι̃ται καὶ μετ' αὐτω̃ν Ελισαμα καὶ Ιωραμ οἱ ἱερει̃ς |
9 καὶ ἐδίδασκον ἐν Ιουδα καὶ μετ' αὐτω̃ν βύβλος νόμου κυρίου καὶ διη̃λθον ἐν ται̃ς πόλεσιν Ιουδα καὶ ἐδίδασκον τὸν λαόν |
10 καὶ ἐγένετο ἔκστασις κυρίου ἐπὶ πάσαις ται̃ς βασιλείαις τη̃ς γη̃ς ται̃ς κύκλω̨ Ιουδα καὶ οὐκ ἐπολέμουν πρὸς Ιωσαφατ |
11 καὶ ἀπὸ τω̃ν ἀλλοφύλων ἔφερον τω̨̃ Ιωσαφατ δω̃ρα καὶ ἀργύριον καὶ δόματα καὶ οἱ 'Άραβες ἔφερον αὐτω̨̃ κριοὺς προβάτων ἑπτακισχιλίους ἑπτακοσίους |
12 καὶ ἠ̃ν Ιωσαφατ πορευόμενος μείζων ἕως εἰς ὕψος καὶ ὠ̨κοδόμησεν οἰκήσεις ἐν τη̨̃ Ιουδαία̨ καὶ πόλεις ὀχυράς |
13 καὶ ἔργα πολλὰ ἐγένετο αὐτω̨̃ ἐν τη̨̃ Ιουδαία̨ καὶ ἄνδρες πολεμισταὶ δυνατοὶ ἰσχύοντες ἐν Ιερουσαλημ |
14 καὶ οὑ̃τος ἀριθμὸς αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν τω̨̃ Ιουδα χιλίαρχοι Εδνας ὁ ἄρχων καὶ μετ' αὐτου̃ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδες |
15 καὶ μετ' αὐτὸν Ιωαναν ὁ ἡγούμενος καὶ μετ' αὐτου̃ διακόσιαι ὀγδοήκοντα χιλιάδες |
16 καὶ μετ' αὐτὸν Αμασιας ὁ του̃ Ζαχρι ὁ προθυμούμενος τω̨̃ κυρίω̨ καὶ μετ' αὐτου̃ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεως |
17 καὶ ἐκ του̃ Βενιαμιν δυνατὸς δυνάμεως Ελιαδα καὶ μετ' αὐτου̃ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδες |
18 καὶ μετ' αὐτὸν Ιωζαβαδ καὶ μετ' αὐτου̃ ἑκατὸν ὀγδοήκοντα χιλιάδες δυνατοὶ πολέμου |
19 οὑ̃τοι οἱ λειτουργου̃ντες τω̨̃ βασιλει̃ ἐκτὸς ὡ̃ν ἔδωκεν ὁ βασιλεὺς ἐν ται̃ς πόλεσιν ται̃ς ὀχυραι̃ς ἐν πάση̨ τη̨̃ Ιουδαία̨ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.