1 καὶ μετὰ ταυ̃τα ἠ̃λθον οἱ υἱοὶ Μωαβ καὶ οἱ υἱοὶ Αμμων καὶ μετ' αὐτω̃ν ἐκ τω̃ν Μιναίων πρὸς Ιωσαφατ εἰς πόλεμον |
2 καὶ ἠ̃λθον καὶ ὑπέδειξαν τω̨̃ Ιωσαφατ λέγοντες ἥκει ἐπὶ σὲ πλη̃θος πολὺ ἐκ πέραν τη̃ς θαλάσσης ἀπὸ Συρίας καὶ ἰδού εἰσιν ἐν Ασασανθαμαρ αὕτη ἐστὶν Ενγαδδι |
3 καὶ ἐφοβήθη καὶ ἔδωκεν Ιωσαφατ τὸ πρόσωπον αὐτου̃ ἐκζητη̃σαι τὸν κύριον καὶ ἐκήρυξεν νηστείαν ἐν παντὶ Ιουδα |
4 καὶ συνήχθη Ιουδας ἐκζητη̃σαι τὸν κύριον καὶ ἀπὸ πασω̃ν τω̃ν πόλεων Ιουδα ἠ̃λθον ζητη̃σαι τὸν κύριον |
5 καὶ ἀνέστη Ιωσαφατ ἐν ἐκκλησία̨ Ιουδα ἐν Ιερουσαλημ ἐν οἴκω̨ κυρίου κατὰ πρόσωπον τη̃ς αὐλη̃ς τη̃ς καινη̃ς |
6 καὶ εἰ̃πεν κύριε ὁ θεὸς τω̃ν πατέρων ἡμω̃ν οὐχὶ σὺ εἰ̃ θεὸς ἐν οὐρανω̨̃ καὶ σὺ κυριεύεις πασω̃ν τω̃ν βασιλειω̃ν τω̃ν ἐθνω̃ν καὶ ἐν τη̨̃ χειρί σου ἰσχὺς δυναστείας καὶ οὐκ ἔστιν πρὸς σὲ ἀντιστη̃ναι |
7 οὐχὶ σὺ εἰ̃ ὁ κύριος ὁ ἐξολεθρεύσας τοὺς κατοικου̃ντας τὴν γη̃ν ταύτην ἀπὸ προσώπου του̃ λαου̃ σου Ισραηλ καὶ ἔδωκας αὐτὴν σπέρματι Αβρααμ τω̨̃ ἠγαπημένω̨ σου εἰς τὸν αἰω̃να |
8 καὶ κατώ̨κησαν ἐν αὐτη̨̃ καὶ ὠ̨κοδόμησαν ἐν αὐτη̨̃ ἁγίασμα τω̨̃ ὀνόματί σου λέγοντες |
9 ἐὰν ἐπέλθη̨ ἐφ' ἡμα̃ς κακά ῥομφαία κρίσις θάνατος λιμός στησόμεθα ἐναντίον του̃ οἴκου τούτου καὶ ἐναντίον σου ὅτι τὸ ὄνομά σου ἐπὶ τω̨̃ οἴκω̨ τούτω̨ καὶ βοησόμεθα πρὸς σὲ ἀπὸ τη̃ς θλίψεως καὶ ἀκούση̨ καὶ σώσεις |
10 καὶ νυ̃ν ἰδοὺ υἱοὶ Αμμων καὶ Μωαβ καὶ ὄρος Σηιρ εἰς οὓς οὐκ ἔδωκας τω̨̃ Ισραηλ διελθει̃ν δι' αὐτω̃ν ἐξελθόντων αὐτω̃ν ἐκ γη̃ς Αἰγύπτου ὅτι ἐξέκλιναν ἀπ' αὐτω̃ν καὶ οὐκ ἐξωλέθρευσαν αὐτούς |
11 καὶ νυ̃ν ἰδοὺ αὐτοὶ ἐπιχειρου̃σιν ἐφ' ἡμα̃ς ἐξελθει̃ν ἐκβαλει̃ν ἡμα̃ς ἀπὸ τη̃ς κληρονομίας ἡμω̃ν ἡ̃ς ἔδωκας ἡμι̃ν |
12 κύριε ὁ θεὸς ἡμω̃ν οὐ κρινει̃ς ἐν αὐτοι̃ς ὅτι οὐκ ἔστιν ἡμι̃ν ἰσχὺς του̃ ἀντιστη̃ναι πρὸς τὸ πλη̃θος τὸ πολὺ του̃το τὸ ἐλθὸν ἐφ' ἡμα̃ς καὶ οὐκ οἴδαμεν τί ποιήσωμεν αὐτοι̃ς ἀλλ' ἢ ἐπὶ σοὶ οἱ ὀφθαλμοὶ ἡμω̃ν |
13 καὶ πα̃ς Ιουδας ἑστηκὼς ἔναντι κυρίου καὶ τὰ παιδία αὐτω̃ν καὶ αἱ γυναι̃κες |
14 καὶ τω̨̃ Οζιηλ τω̨̃ του̃ Ζαχαριου τω̃ν υἱω̃ν Βαναιου τω̃ν υἱω̃ν Ελεηλ του̃ Μανθανιου του̃ Λευίτου ἀπὸ τω̃ν υἱω̃ν Ασαφ ἐγένετο ἐπ' αὐτὸν πνευ̃μα κυρίου ἐν τη̨̃ ἐκκλησία̨ |
15 καὶ εἰ̃πεν ἀκούσατε πα̃ς Ιουδα καὶ οἱ κατοικου̃ντες Ιερουσαλημ καὶ ὁ βασιλεὺς Ιωσαφατ τάδε λέγει κύριος ὑμι̃ν αὐτοι̃ς μὴ φοβει̃σθε μηδὲ πτοηθη̃τε ἀπὸ προσώπου του̃ ὄχλου του̃ πολλου̃ τούτου ὅτι οὐχ ὑμι̃ν ἐστιν ἡ παράταξις ἀλλ' ἢ τω̨̃ θεω̨̃ |
16 αὔριον κατάβητε ἐπ' αὐτούς ἰδοὺ ἀναβαίνουσιν κατὰ τὴν ἀνάβασιν Ασας καὶ εὑρήσετε αὐτοὺς ἐπ' ἄκρου ποταμου̃ τη̃ς ἐρήμου Ιεριηλ |
17 οὐχ ὑμι̃ν ἐστιν πολεμη̃σαι ταυ̃τα σύνετε καὶ ἴδετε τὴν σωτηρίαν κυρίου μεθ' ὑμω̃ν Ιουδα καὶ Ιερουσαλημ μὴ φοβει̃σθε μηδὲ πτοηθη̃τε αὔριον ἐξελθει̃ν εἰς ἀπάντησιν αὐτοι̃ς καὶ κύριος μεθ' ὑμω̃ν |
18 καὶ κύψας Ιωσαφατ ἐπὶ πρόσωπον αὐτου̃ καὶ πα̃ς Ιουδα καὶ οἱ κατοικου̃ντες Ιερουσαλημ ἔπεσαν ἔναντι κυρίου προσκυνη̃σαι κυρίω̨ |
19 καὶ ἀνέστησαν οἱ Λευι̃ται ἀπὸ τω̃ν υἱω̃ν Κααθ καὶ ἀπὸ τω̃ν υἱω̃ν Κορε αἰνει̃ν κυρίω̨ θεω̨̃ Ισραηλ ἐν φωνη̨̃ μεγάλη̨ εἰς ὕψος |
20 καὶ ὤρθρισαν πρωὶ καὶ ἐξη̃λθον εἰς τὴν ἔρημον Θεκωε καὶ ἐν τω̨̃ ἐξελθει̃ν ἔστη Ιωσαφατ καὶ ἐβόησεν καὶ εἰ̃πεν ἀκούσατέ μου Ιουδα καὶ οἱ κατοικου̃ντες ἐν Ιερουσαλημ ἐμπιστεύσατε ἐν κυρίω̨ θεω̨̃ ὑμω̃ν καὶ ἐμπιστευθήσεσθε ἐμπιστεύσατε ἐν προφήτη̨ αὐτου̃ καὶ εὐοδωθήσεσθε |
21 καὶ ἐβουλεύσατο μετὰ του̃ λαου̃ καὶ ἔστησεν ψαλτω̨δοὺς καὶ αἰνου̃ντας ἐξομολογει̃σθαι καὶ αἰνει̃ν τὰ ἅγια ἐν τω̨̃ ἐξελθει̃ν ἔμπροσθεν τη̃ς δυνάμεως καὶ ἔλεγον ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ |
22 καὶ ἐν τω̨̃ ἄρξασθαι τη̃ς αἰνέσεως αὐτου̃ τη̃ς ἐξομολογήσεως ἔδωκεν κύριος πολεμει̃ν τοὺς υἱοὺς Αμμων ἐπὶ Μωαβ καὶ ὄρος Σηιρ τοὺς ἐξελθόντας ἐπὶ Ιουδαν καὶ ἐτροπώθησαν |
23 καὶ ἀνέστησαν οἱ υἱοὶ Αμμων καὶ Μωαβ ἐπὶ τοὺς κατοικου̃ντας ὄρος Σηιρ ἐξολεθρευ̃σαι καὶ ἐκτρι̃ψαι καὶ ὡς συνετέλεσαν τοὺς κατοικου̃ντας Σηιρ ἀνέστησαν εἰς ἀλλήλους του̃ ἐξολεθρευθη̃ναι |
24 καὶ Ιουδας ἠ̃λθεν ἐπὶ τὴν σκοπιὰν τη̃ς ἐρήμου καὶ ἐπέβλεψεν καὶ εἰ̃δεν τὸ πλη̃θος καὶ ἰδοὺ πάντες νεκροὶ πεπτωκότες ἐπὶ τη̃ς γη̃ς οὐκ ἠ̃ν σω̨ζόμενος |
25 καὶ ἠ̃λθεν Ιωσαφατ καὶ ὁ λαὸς αὐτου̃ σκυλευ̃σαι τὰ σκυ̃λα αὐτω̃ν καὶ εὑ̃ρον κτήνη πολλὰ καὶ ἀποσκευὴν καὶ σκυ̃λα καὶ σκεύη ἐπιθυμητὰ καὶ ἐσκύλευσαν ἑαυτοι̃ς καὶ ἐγένοντο ἡμέραι τρει̃ς σκυλευόντων αὐτω̃ν τὰ σκυ̃λα ὅτι πολλὰ ἠ̃ν |
26 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ τετάρτη̨ ἐπισυνήχθησαν εἰς τὸν αὐλω̃να τη̃ς εὐλογίας ἐκει̃ γὰρ ηὐλόγησαν τὸν κύριον διὰ του̃το ἐκάλεσαν τὸ ὄνομα του̃ τόπου ἐκείνου Κοιλὰς εὐλογίας ἕως τη̃ς ἡμέρας ταύτης |
27 καὶ ἐπέστρεψεν πα̃ς ἀνὴρ Ιουδα εἰς Ιερουσαλημ καὶ Ιωσαφατ ἡγούμενος αὐτω̃ν ἐν εὐφροσύνη̨ μεγάλη̨ ὅτι εὔφρανεν αὐτοὺς κύριος ἀπὸ τω̃ν ἐχθρω̃ν αὐτω̃ν |
28 καὶ εἰση̃λθον εἰς Ιερουσαλημ ἐν νάβλαις καὶ ἐν κινύραις καὶ ἐν σάλπιγξιν εἰς οἰ̃κον κυρίου |
29 καὶ ἐγένετο ἔκστασις κυρίου ἐπὶ πάσας τὰς βασιλείας τη̃ς γη̃ς ἐν τω̨̃ ἀκου̃σαι αὐτοὺς ὅτι ἐπολέμησεν κύριος πρὸς τοὺς ὑπεναντίους Ισραηλ |
30 καὶ εἰρήνευσεν ἡ βασιλεία Ιωσαφατ καὶ κατέπαυσεν αὐτω̨̃ ὁ θεὸς αὐτου̃ κυκλόθεν |
31 καὶ ἐβασίλευσεν Ιωσαφατ ἐπὶ τὸν Ιουδαν ἐτω̃ν τριάκοντα πέντε ἐν τω̨̃ βασιλευ̃σαι αὐτὸν καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Αζουβα θυγάτηρ Σαλι |
32 καὶ ἐπορεύθη ἐν ται̃ς ὁδοι̃ς του̃ πατρὸς αὐτου̃ Ασα καὶ οὐκ ἐξέκλινεν του̃ ποιη̃σαι τὸ εὐθὲς ἐνώπιον κυρίου |
33 ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπη̃ρχεν καὶ ἔτι ὁ λαὸς οὐ κατεύθυνεν τὴν καρδίαν πρὸς κύριον θεὸν τω̃ν πατέρων αὐτω̃ν |
34 καὶ οἱ λοιποὶ λόγοι Ιωσαφατ οἱ πρω̃τοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐν λόγοις Ιου του̃ Ανανι ὃς κατέγραψεν βιβλίον βασιλέων Ισραηλ |
35 καὶ μετὰ ταυ̃τα ἐκοινώνησεν Ιωσαφατ βασιλεὺς Ιουδα πρὸς Οχοζιαν βασιλέα Ισραηλ καὶ οὑ̃τος ἠνόμησεν |
36 ἐν τω̨̃ ποιη̃σαι καὶ πορευθη̃ναι πρὸς αὐτὸν του̃ ποιη̃σαι πλοι̃α του̃ πορευθη̃ναι εἰς Θαρσις καὶ ἐποίησεν πλοι̃α ἐν Γασιωνγαβερ |
37 καὶ ἐπροφήτευσεν Ελιεζερ ὁ του̃ Δωδια ἀπὸ Μαρισης ἐπὶ Ιωσαφατ λέγων ὡς ἐφιλίασας τω̨̃ Οχοζια ἔθραυσεν κύριος τὸ ἔργον σου καὶ συνετρίβη τὰ πλοι̃ά σου καὶ οὐκ ἐδυνάσθη του̃ πορευθη̃ναι εἰς Θαρσις |