ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β,
κεφαλίς 25,
στἰχοι 17-24
17 καὶ ἐβουλεύσατο Αμασιας καὶ ἀπέστειλεν πρὸς Ιωας υἱὸν Ιωαχαζ υἱου̃ Ιου βασιλέα Ισραηλ λέγων δευ̃ρο ὀφθω̃μεν προσώποις |
18 καὶ ἀπέστειλεν Ιωας βασιλεὺς Ισραηλ πρὸς Αμασιαν βασιλέα Ιουδα λέγων ὁ αχουχ ὁ ἐν τω̨̃ Λιβάνω̨ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τω̨̃ Λιβάνω̨ λέγων δὸς τὴν θυγατέρα σου τω̨̃ υἱω̨̃ μου εἰς γυναι̃κα καὶ ἰδοὺ ἐλεύσεται τὰ θηρία του̃ ἀγρου̃ τὰ ἐν τω̨̃ Λιβάνω̨ καὶ ἠ̃λθαν τὰ θηρία καὶ κατεπάτησαν τὸν αχουχ |
19 εἰ̃πας ἰδοὺ ἐπάταξας τὴν Ιδουμαίαν καὶ ἐπαίρει σε ἡ καρδία ἡ βαρει̃α νυ̃ν κάθησο ἐν οἴκω̨ σου καὶ ἵνα τί συμβάλλεις ἐν κακία̨ καὶ πεση̨̃ σὺ καὶ Ιουδας μετὰ σου̃ |
20 καὶ οὐκ ἤκουσεν Αμασιας ὅτι παρὰ κυρίου ἐγένετο του̃ παραδου̃ναι αὐτὸν εἰς χει̃ρας ὅτι ἐξεζήτησεν τοὺς θεοὺς τω̃ν Ιδουμαίων |
21 καὶ ἀνέβη Ιωας βασιλεὺς Ισραηλ καὶ ὤφθησαν ἀλλήλοις αὐτὸς καὶ Αμασιας βασιλεὺς Ιουδα ἐν Βαιθσαμυς ἥ ἐστιν του̃ Ιουδα |
22 καὶ ἐτροπώθη Ιουδας κατὰ πρόσωπον Ισραηλ καὶ ἔφυγεν ἕκαστος εἰς τὸ σκήνωμα |
23 καὶ τὸν Αμασιαν βασιλέα Ιουδα τὸν του̃ Ιωας κατέλαβεν Ιωας βασιλεὺς Ισραηλ ἐν Βαιθσαμυς καὶ εἰσήγαγεν αὐτὸν εἰς Ιερουσαλημ καὶ κατέσπασεν ἀπὸ του̃ τείχους Ιερουσαλημ ἀπὸ πύλης Εφραιμ ἕως πύλης γωνίας τετρακοσίους πήχεις |
24 καὶ πα̃ν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκω̨ κυρίου καὶ παρὰ τω̨̃ Αβδεδομ καὶ τοὺς θησαυροὺς οἴκου του̃ βασιλέως καὶ τοὺς υἱοὺς τω̃ν συμμίξεων καὶ ἐπέστρεψεν εἰς Σαμάρειαν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.