Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 28,  στἰχοι 5-18

καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς αὐτου̃ διὰ χειρὸς βασιλέως Συρίας καὶ ἐπάταξεν ἐν αὐτω̨̃ καὶ ἠ̨χμαλώτευσεν ἐξ αὐτω̃ν αἰχμαλωσίαν πολλὴν καὶ ἤγαγεν εἰς Δαμασκόν καὶ γὰρ εἰς τὰς χει̃ρας βασιλέως Ισραηλ παρέδωκεν αὐτόν καὶ ἐπάταξεν ἐν αὐτω̨̃ πληγὴν μεγάλην
καὶ ἀπέκτεινεν Φακεε ὁ του̃ Ρομελια βασιλεὺς Ισραηλ ἐν Ιουδα ἐν μια̨̃ ἡμέρα̨ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρω̃ν δυνατω̃ν ἰσχύι ἐν τω̨̃ αὐτοὺς καταλιπει̃ν τὸν κύριον θεὸν τω̃ν πατέρων αὐτω̃ν
καὶ ἀπέκτεινεν Εζεκρι ὁ δυνατὸς του̃ Εφραιμ τὸν Μαασαιαν τὸν υἱὸν του̃ βασιλέως καὶ τὸν Εσδρικαμ ἡγούμενον του̃ οἴκου αὐτου̃ καὶ τὸν Ελκανα τὸν διάδοχον του̃ βασιλέως
καὶ ἠ̨χμαλώτισαν οἱ υἱοὶ Ισραηλ ἀπὸ τω̃ν ἀδελφω̃ν αὐτω̃ν τριακοσίας χιλιάδας γυναι̃κας υἱοὺς καὶ θυγατέρας καὶ σκυ̃λα πολλὰ ἐσκύλευσαν ἐξ αὐτω̃ν καὶ ἤνεγκαν τὰ σκυ̃λα εἰς Σαμάρειαν
καὶ ἐκει̃ ἠ̃ν ὁ προφήτης του̃ κυρίου Ωδηδ ὄνομα αὐτω̨̃ καὶ ἐξη̃λθεν εἰς ἀπάντησιν τη̃ς δυνάμεως τω̃ν ἐρχομένων εἰς Σαμάρειαν καὶ εἰ̃πεν αὐτοι̃ς ἰδοὺ ὀργὴ κυρίου θεου̃ τω̃ν πατέρων ὑμω̃ν ἐπὶ τὸν Ιουδαν καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χει̃ρας ὑμω̃ν καὶ ἀπεκτείνατε ἐν αὐτοι̃ς ἐν ὀργη̨̃ ἕως τω̃ν οὐρανω̃ν ἔφθακεν
10 καὶ νυ̃ν υἱοὺς Ιουδα καὶ Ιερουσαλημ ὑμει̃ς λέγετε κατακτήσεσθαι εἰς δούλους καὶ δούλας οὐκ ἰδού εἰμι μεθ' ὑμω̃ν μαρτυρη̃σαι κυρίω̨ θεω̨̃ ὑμω̃ν
11 καὶ νυ̃ν ἀκούσατέ μου καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν ἣν ἠ̨χμαλωτεύσατε τω̃ν ἀδελφω̃ν ὑμω̃ν ὅτι ὀργὴ θυμου̃ κυρίου ἐφ' ὑμι̃ν
12 καὶ ἀνέστησαν ἄρχοντες ἀπὸ τω̃ν υἱω̃ν Εφραιμ Ουδια ὁ του̃ Ιωανου καὶ Βαραχιας ὁ του̃ Μοσολαμωθ καὶ Εζεκιας ὁ του̃ Σελλημ καὶ Αμασιας ὁ του̃ Χοδλι ἐπὶ τοὺς ἐρχομένους ἀπὸ του̃ πολέμου
13 καὶ εἰ̃παν αὐτοι̃ς οὐ μὴ εἰσαγάγητε τὴν αἰχμαλωσίαν ὡ̃δε πρὸς ἡμα̃ς ὅτι εἰς τὸ ἁμαρτάνειν τω̨̃ κυρίω̨ ἐφ' ἡμα̃ς ὑμει̃ς λέγετε προσθει̃ναι ἐπὶ ται̃ς ἁμαρτίαις ἡμω̃ν καὶ ἐπὶ τὴν ἄγνοιαν ὅτι πολλὴ ἡ ἁμαρτία ἡμω̃ν καὶ ὀργὴ θυμου̃ κυρίου ἐπὶ τὸν Ισραηλ
14 καὶ ἀφη̃καν οἱ πολεμισταὶ τὴν αἰχμαλωσίαν καὶ τὰ σκυ̃λα ἐναντίον τω̃ν ἀρχόντων καὶ πάσης τη̃ς ἐκκλησίας
15 καὶ ἀνέστησαν ἄνδρες οἳ ἐπεκλήθησαν ἐν ὀνόματι καὶ ἀντελάβοντο τη̃ς αἰχμαλωσίας καὶ πάντας τοὺς γυμνοὺς περιέβαλον ἀπὸ τω̃ν σκύλων καὶ ἐνέδυσαν αὐτοὺς καὶ ὑπέδησαν αὐτοὺς καὶ ἔδωκαν φαγει̃ν καὶ ἀλείψασθαι καὶ ἀντελάβοντο ἐν ὑποζυγίοις παντὸς ἀσθενου̃ντος καὶ κατέστησαν αὐτοὺς εἰς Ιεριχω πόλιν φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτω̃ν καὶ ἐπέστρεψαν εἰς Σαμάρειαν
16 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀπέστειλεν Αχαζ πρὸς βασιλέα Ασσουρ βοηθη̃σαι αὐτω̨̃
17 καὶ ἐν τούτω̨ ὅτι Ιδουμαι̃οι ἐπέθεντο καὶ ἐπάταξαν ἐν Ιουδα καὶ ἠ̨χμαλώτισαν αἰχμαλωσίαν
18 καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις τη̃ς πεδινη̃ς καὶ ἀπὸ λιβὸς του̃ Ιουδα καὶ ἔλαβον τὴν Βαιθσαμυς καὶ τὴν Αιλων καὶ τὴν Γαδηρωθ καὶ τὴν Σωχω καὶ τὰς κώμας αὐτη̃ς καὶ τὴν Θαμνα καὶ τὰς κώμας αὐτη̃ς καὶ τὴν Γαμζω καὶ τὰς κώμας αὐτη̃ς καὶ κατώ̨κησαν ἐκει̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).