Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 32

καὶ μετὰ τοὺς λόγους τούτους καὶ τὴν ἀλήθειαν ταύτην ἠ̃λθεν Σενναχηριμ βασιλεὺς 'Ασσυρίων καὶ ἠ̃λθεν ἐπὶ Ιουδαν καὶ παρενέβαλεν ἐπὶ τὰς πόλεις τὰς τειχήρεις καὶ εἰ̃πεν προκαταλαβέσθαι αὐτάς
καὶ εἰ̃δεν Εζεκιας ὅτι ἥκει Σενναχηριμ καὶ τὸ πρόσωπον αὐτου̃ του̃ πολεμη̃σαι ἐπὶ Ιερουσαλημ
καὶ ἐβουλεύσατο μετὰ τω̃ν πρεσβυτέρων αὐτου̃ καὶ τω̃ν δυνατω̃ν ἐμφράξαι τὰ ὕδατα τω̃ν πηγω̃ν ἃ ἠ̃ν ἔξω τη̃ς πόλεως καὶ συνεπίσχυσαν αὐτω̨̃
καὶ συνήγαγεν λαὸν πολὺν καὶ ἐνέφραξεν τὰ ὕδατα τω̃ν πηγω̃ν καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τη̃ς πόλεως λέγων μὴ ἔλθη̨ βασιλεὺς Ασσουρ καὶ εὕρη̨ ὕδωρ πολὺ καὶ κατισχύση̨
καὶ κατίσχυσεν Εζεκιας καὶ ὠ̨κοδόμησεν πα̃ν τὸ τει̃χος τὸ κατεσκαμμένον καὶ πύργους καὶ ἔξω προτείχισμα ἄλλο καὶ κατίσχυσεν τὸ ἀνάλημμα πόλεως Δαυιδ καὶ κατεσκεύασεν ὅπλα πολλά
καὶ ἔθετο ἄρχοντας του̃ πολέμου ἐπὶ τὸν λαόν καὶ συνήχθησαν πρὸς αὐτὸν εἰς τὴν πλατει̃αν τη̃ς πύλης τη̃ς φάραγγος καὶ ἐλάλησεν ἐπὶ καρδίαν αὐτω̃ν λέγων
ἰσχύσατε καὶ ἀνδρίζεσθε μὴ πτοηθη̃τε ἀπὸ προσώπου βασιλέως Ασσουρ καὶ ἀπὸ προσώπου παντὸς του̃ ἔθνους του̃ μετ' αὐτου̃ ὅτι μεθ' ἡμω̃ν πλείονες ἢ μετ' αὐτου̃
μετ' αὐτου̃ βραχίονες σάρκινοι μεθ' ἡμω̃ν δὲ κύριος ὁ θεὸς ἡμω̃ν του̃ σώ̨ζειν καὶ του̃ πολεμει̃ν τὸν πόλεμον ἡμω̃ν καὶ κατεθάρσησεν ὁ λαὸς ἐπὶ τοι̃ς λόγοις Εζεκιου βασιλέως Ιουδα
καὶ μετὰ ταυ̃τα ἀπέστειλεν Σενναχηριμ βασιλεὺς 'Ασσυρίων τοὺς παι̃δας αὐτου̃ ἐπὶ Ιερουσαλημ καὶ αὐτὸς ἐπὶ Λαχις καὶ πα̃σα ἡ στρατιὰ μετ' αὐτου̃ καὶ ἀπέστειλεν πρὸς Εζεκιαν βασιλέα Ιουδα καὶ πρὸς πάντα Ιουδαν τὸν ἐν Ιερουσαλημ λέγων
10 οὕτως λέγει Σενναχηριμ ὁ βασιλεὺς 'Ασσυρίων ἐπὶ τίνι ὑμει̃ς πεποίθατε καὶ κάθησθε ἐν τη̨̃ περιοχη̨̃ ἐν Ιερουσαλημ
11 οὐχὶ Εζεκιας ἀπατα̨̃ ὑμα̃ς του̃ παραδου̃ναι ὑμα̃ς εἰς θάνατον καὶ εἰς λιμὸν καὶ εἰς δίψαν λέγων κύριος ὁ θεὸς ἡμω̃ν σώσει ἡμα̃ς ἐκ χειρὸς βασιλέως Ασσουρ
12 οὐχ οὑ̃τός ἐστιν Εζεκιας ὃς περιει̃λεν τὰ θυσιαστήρια αὐτου̃ καὶ τὰ ὑψηλὰ αὐτου̃ καὶ εἰ̃πεν τω̨̃ Ιουδα καὶ τοι̃ς κατοικου̃σιν Ιερουσαλημ λέγων κατέναντι του̃ θυσιαστηρίου τούτου προσκυνήσετε καὶ ἐπ' αὐτω̨̃ θυμιάσετε
13 οὐ γνώσεσθε ὅ τι ἐποίησα ἐγὼ καὶ οἱ πατέρες μου πα̃σι τοι̃ς λαοι̃ς τω̃ν χωρω̃ν μὴ δυνάμενοι ἠδύναντο θεοὶ τω̃ν ἐθνω̃ν πάσης τη̃ς γη̃ς σω̃σαι τὸν λαὸν αὐτω̃ν ἐκ χειρός μου
14 τίς ἐν πα̃σι τοι̃ς θεοι̃ς τω̃ν ἐθνω̃ν τούτων οὓς ἐξωλέθρευσαν οἱ πατέρες μου μὴ ἠδύναντο σω̃σαι τὸν λαὸν αὐτω̃ν ἐκ χειρός μου ὅτι δυνήσεται ὁ θεὸς ὑμω̃ν σω̃σαι ὑμα̃ς ἐκ χειρός μου
15 νυ̃ν μὴ ἀπατάτω ὑμα̃ς Εζεκιας καὶ μὴ πεποιθέναι ὑμα̃ς ποιείτω κατὰ ταυ̃τα καὶ μὴ πιστεύετε αὐτω̨̃ ὅτι οὐ μὴ δύνηται ὁ θεὸς παντὸς ἔθνους καὶ βασιλείας του̃ σω̃σαι τὸν λαὸν αὐτου̃ ἐκ χειρός μου καὶ ἐκ χειρὸς πατέρων μου ὅτι ὁ θεὸς ὑμω̃ν οὐ μὴ σώσει ὑμα̃ς ἐκ χειρός μου
16 καὶ ἔτι ἐλάλησαν οἱ παι̃δες αὐτου̃ ἐπὶ κύριον θεὸν καὶ ἐπὶ Εζεκιαν παι̃δα αὐτου̃
17 καὶ βιβλίον ἔγραψεν ὀνειδίζειν τὸν κύριον θεὸν Ισραηλ καὶ εἰ̃πεν περὶ αὐτου̃ λέγων ὡς θεοὶ τω̃ν ἐθνω̃ν τη̃ς γη̃ς οὐκ ἐξείλαντο τοὺς λαοὺς αὐτω̃ν ἐκ χειρός μου οὕτως οὐ μὴ ἐξέληται ὁ θεὸς Εζεκιου λαὸν αὐτου̃ ἐκ χειρός μου
18 καὶ ἐβόησεν φωνη̨̃ μεγάλη̨ Ιουδαϊστὶ ἐπὶ λαὸν Ιερουσαλημ τὸν ἐπὶ του̃ τείχους του̃ φοβη̃σαι αὐτοὺς καὶ κατασπάσαι ὅπως προκαταλάβωνται τὴν πόλιν
19 καὶ ἐλάλησεν ἐπὶ θεὸν Ιερουσαλημ ὡς καὶ ἐπὶ θεοὺς λαω̃ν τη̃ς γη̃ς ἔργα χειρω̃ν ἀνθρώπων
20 καὶ προσηύξατο Εζεκιας ὁ βασιλεὺς καὶ Ησαιας υἱὸς Αμως ὁ προφήτης περὶ τούτων καὶ ἐβόησαν εἰς τὸν οὐρανόν
21 καὶ ἀπέστειλεν κύριος ἄγγελον καὶ ἐξέτριψεν πα̃ν δυνατὸν πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τη̨̃ παρεμβολη̨̃ βασιλέως Ασσουρ καὶ ἀπέστρεψεν μετὰ αἰσχύνης προσώπου εἰς τὴν γη̃ν αὐτου̃ καὶ ἠ̃λθεν εἰς οἰ̃κον του̃ θεου̃ αὐτου̃ καὶ τω̃ν ἐξελθόντων ἐκ κοιλίας αὐτου̃ κατέβαλον αὐτὸν ἐν ῥομφαία̨
22 καὶ ἔσωσεν κύριος Εζεκιαν καὶ τοὺς κατοικου̃ντας ἐν Ιερουσαλημ ἐκ χειρὸς Σενναχηριμ βασιλέως Ασσουρ καὶ ἐκ χειρὸς πάντων καὶ κατέπαυσεν αὐτοὺς κυκλόθεν
23 καὶ πολλοὶ ἔφερον δω̃ρα τω̨̃ κυρίω̨ εἰς Ιερουσαλημ καὶ δόματα τω̨̃ Εζεκια βασιλει̃ Ιουδα καὶ ὑπερήρθη κατ' ὀφθαλμοὺς πάντων τω̃ν ἐθνω̃ν μετὰ ταυ̃τα
24 ἐν ται̃ς ἡμέραις ἐκείναις ἠρρώστησεν Εζεκιας ἕως θανάτου καὶ προσηύξατο πρὸς κύριον καὶ ἐπήκουσεν αὐτου̃ καὶ σημει̃ον ἔδωκεν αὐτω̨̃
25 καὶ οὐ κατὰ τὸ ἀνταπόδομα ὃ ἔδωκεν αὐτω̨̃ ἀνταπέδωκεν Εζεκιας ἀλλὰ ὑψώθη ἡ καρδία αὐτου̃ καὶ ἐγένετο ἐπ' αὐτὸν ὀργὴ καὶ ἐπὶ Ιουδαν καὶ Ιερουσαλημ
26 καὶ ἐταπεινώθη Εζεκιας ἀπὸ του̃ ὕψους τη̃ς καρδίας αὐτου̃ καὶ οἱ κατοικου̃ντες Ιερουσαλημ καὶ οὐκ ἐπη̃λθεν ἐπ' αὐτοὺς ὀργὴ κυρίου ἐν ται̃ς ἡμέραις Εζεκιου
27 καὶ ἐγένετο τω̨̃ Εζεκια πλου̃τος καὶ δόξα πολλὴ σφόδρα καὶ θησαυροὺς ἐποίησεν ἑαυτω̨̃ ἀργυρίου καὶ χρυσίου καὶ του̃ λίθου του̃ τιμίου καὶ εἰς τὰ ἀρώματα καὶ ὁπλοθήκας καὶ εἰς σκεύη ἐπιθυμητὰ
28 καὶ πόλεις εἰς τὰ γενήματα σίτου καὶ ἐλαίου καὶ οἴνου καὶ φάτνας παντὸς κτήνους καὶ μάνδρας εἰς τὰ ποίμνια
29 καὶ πόλεις ἃς ὠ̨κοδόμησεν αὑτω̨̃ καὶ ἀποσκευὴν προβάτων καὶ βοω̃ν εἰς πλη̃θος ὅτι ἔδωκεν αὐτω̨̃ κύριος ἀποσκευὴν πολλὴν σφόδρα
30 αὐτὸς Εζεκιας ἐνέφραξεν τὴν ἔξοδον του̃ ὕδατος Γιων τὸ ἄνω καὶ κατηύθυνεν αὐτὰ κάτω πρὸς λίβα τη̃ς πόλεως Δαυιδ καὶ εὐοδώθη Εζεκιας ἐν πα̃σι τοι̃ς ἔργοις αὐτου̃
31 καὶ οὕτως τοι̃ς πρεσβευται̃ς τω̃ν ἀρχόντων ἀπὸ Βαβυλω̃νος τοι̃ς ἀποσταλει̃σιν πρὸς αὐτὸν πυθέσθαι παρ' αὐτου̃ τὸ τέρας ὃ ἐγένετο ἐπὶ τη̃ς γη̃ς καὶ ἐγκατέλιπεν αὐτὸν κύριος του̃ πειράσαι αὐτὸν εἰδέναι τὰ ἐν τη̨̃ καρδία̨ αὐτου̃
32 καὶ τὰ κατάλοιπα τω̃ν λόγων Εζεκιου καὶ τὸ ἔλεος αὐτου̃ ἰδοὺ γέγραπται ἐν τη̨̃ προφητεία̨ Ησαιου υἱου̃ Αμως του̃ προφήτου καὶ ἐπὶ βιβλίου βασιλέων Ιουδα καὶ Ισραηλ
33 καὶ ἐκοιμήθη Εζεκιας μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱω̃ν Δαυιδ καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτω̨̃ ἐν τω̨̃ θανάτω̨ αὐτου̃ πα̃ς Ιουδα καὶ οἱ κατοικου̃ντες ἐν Ιερουσαλημ καὶ ἐβασίλευσεν Μανασσης υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).