Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 34,  στἰχοι 8-33

8 καὶ ἐν τω̨̃ ὀκτωκαιδεκάτω̨ ἔτει τη̃ς βασιλείας αὐτου̃ του̃ καθαρίσαι τὴν γη̃ν καὶ τὸν οἰ̃κον ἀπέστειλεν τὸν Σαφαν υἱὸν Εσελια καὶ τὸν Μαασιαν ἄρχοντα τη̃ς πόλεως καὶ τὸν Ιουαχ υἱὸν Ιωαχαζ τὸν ὑπομνηματογράφον αὐτου̃ κραταιω̃σαι τὸν οἰ̃κον κυρίου του̃ θεου̃ αὐτου̃
9 καὶ ἠ̃λθον πρὸς Χελκιαν τὸν ἱερέα τὸν μέγαν καὶ ἔδωκαν τὸ ἀργύριον τὸ εἰσενεχθὲν εἰς οἰ̃κον θεου̃ ὃ συνήγαγον οἱ Λευι̃ται φυλάσσοντες τὴν πύλην ἐκ χειρὸς Μανασση καὶ Εφραιμ καὶ τω̃ν ἀρχόντων καὶ ἀπὸ παντὸς καταλοίπου ἐν Ισραηλ καὶ υἱω̃ν Ιουδα καὶ Βενιαμιν καὶ οἰκούντων ἐν Ιερουσαλημ
10 καὶ ἔδωκαν αὐτὸ ἐπὶ χει̃ρα ποιούντων τὰ ἔργα οἱ καθεσταμένοι ἐν οἴκω̨ κυρίου καὶ ἔδωκαν αὐτὸ ποιου̃σι τὰ ἔργα οἳ ἐποίουν ἐν οἴκω̨ κυρίου ἐπισκευάσαι κατισχυ̃σαι τὸν οἰ̃κον
11 καὶ ἔδωκαν τοι̃ς τέκτοσι καὶ τοι̃ς οἰκοδόμοις ἀγοράσαι λίθους τετραπέδους καὶ ξύλα εἰς δοκοὺς στεγάσαι τοὺς οἴκους οὓς ἐξωλέθρευσαν βασιλει̃ς Ιουδα
12 καὶ οἱ ἄνδρες ἐν πίστει ἐπὶ τω̃ν ἔργων καὶ ἐπ' αὐτω̃ν ἐπίσκοποι Ιεθ καὶ Αβδιας οἱ Λευι̃ται ἐξ υἱω̃ν Μεραρι καὶ Ζαχαριας καὶ Μοσολλαμ ἐκ τω̃ν υἱω̃ν Κααθ ἐπισκοπει̃ν καὶ πα̃ς Λευίτης πα̃ς συνίων ἐν ὀργάνοις ὠ̨δω̃ν
13 καὶ ἐπὶ τω̃ν νωτοφόρων καὶ ἐπὶ πάντων τω̃ν ποιούντων τὰ ἔργα ἐργασία̨ καὶ ἐργασία̨ καὶ ἀπὸ τω̃ν Λευιτω̃ν γραμματει̃ς καὶ κριταὶ καὶ πυλωροί
14 καὶ ἐν τω̨̃ ἐκφέρειν αὐτοὺς τὸ ἀργύριον τὸ εἰσοδιασθὲν εἰς οἰ̃κον κυρίου εὑ̃ρεν Χελκιας ὁ ἱερεὺς βιβλίον νόμου κυρίου διὰ χειρὸς Μωυση̃
15 καὶ ἀπεκρίθη Χελκιας καὶ εἰ̃πεν πρὸς Σαφαν τὸν γραμματέα βιβλίον νόμου εὑ̃ρον ἐν οἴκω̨ κυρίου καὶ ἔδωκεν Χελκιας τὸ βιβλίον τω̨̃ Σαφαν
16 καὶ εἰσήνεγκεν Σαφαν τὸ βιβλίον πρὸς τὸν βασιλέα καὶ ἀπέδωκεν ἔτι τω̨̃ βασιλει̃ λόγον πα̃ν τὸ δοθὲν ἀργύριον ἐν χειρὶ τω̃ν παίδων σου τω̃ν ποιούντων τὸ ἔργον
17 καὶ ἐχώνευσαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκω̨ κυρίου καὶ ἔδωκαν ἐπὶ χει̃ρα τω̃ν ἐπισκόπων καὶ ἐπὶ χει̃ρα τω̃ν ποιούντων ἐργασίαν
18 καὶ ἀπήγγειλεν Σαφαν ὁ γραμματεὺς τω̨̃ βασιλει̃ λέγων βιβλίον ἔδωκέν μοι Χελκιας ὁ ἱερεύς καὶ ἀνέγνω αὐτὸ Σαφαν ἐναντίον του̃ βασιλέως
19 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους του̃ νόμου καὶ διέρρηξεν τὰ ἱμάτια αὐτου̃
20 καὶ ἐνετείλατο ὁ βασιλεὺς τω̨̃ Χελκια καὶ τω̨̃ Αχικαμ υἱω̨̃ Σαφαν καὶ τω̨̃ Αβδων υἱω̨̃ Μιχαια καὶ τω̨̃ Σαφαν τω̨̃ γραμματει̃ καὶ τω̨̃ Ασαια παιδὶ του̃ βασιλέως λέγων
21 πορεύθητε ζητήσατε τὸν κύριον περὶ ἐμου̃ καὶ περὶ παντὸς του̃ καταλειφθέντος ἐν Ισραηλ καὶ Ιουδα περὶ τω̃ν λόγων του̃ βιβλίου του̃ εὑρεθέντος ὅτι μέγας ὁ θυμὸς κυρίου ἐκκέκαυται ἐν ἡμι̃ν διότι οὐκ εἰσήκουσαν οἱ πατέρες ἡμω̃ν τω̃ν λόγων κυρίου του̃ ποιη̃σαι κατὰ πάντα τὰ γεγραμμένα ἐν τω̨̃ βιβλίω̨ τούτω̨
22 καὶ ἐπορεύθη Χελκιας καὶ οἱ̃ς εἰ̃πεν ὁ βασιλεὺς πρὸς Ολδαν τὴν προφη̃τιν γυναι̃κα Σελλημ υἱου̃ Θακουαθ υἱου̃ Χελλης φυλάσσουσαν τὰς στολάς καὶ αὕτη κατώ̨κει ἐν Ιερουσαλημ ἐν μασανα καὶ ἐλάλησαν αὐτη̨̃ κατὰ ταυ̃τα
23 καὶ εἰ̃πεν αὐτοι̃ς οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ εἴπατε τω̨̃ ἀνδρὶ τω̨̃ ἀποστείλαντι ὑμα̃ς πρός με
24 οὕτως λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον του̃τον τοὺς πάντας λόγους τοὺς γεγραμμένους ἐν τω̨̃ βιβλίω̨ τω̨̃ ἀνεγνωσμένω̨ ἐναντίον του̃ βασιλέως Ιουδα
25 ἀνθ' ὡ̃ν ἐγκατέλιπόν με καὶ ἐθυμίασαν θεοι̃ς ἀλλοτρίοις ἵνα παροργίσωσίν με ἐν πα̃σιν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν αὐτω̃ν καὶ ἐξεκαύθη ὁ θυμός μου ἐν τω̨̃ τόπω̨ τούτω̨ καὶ οὐ σβεσθήσεται
26 καὶ ἐπὶ βασιλέα Ιουδα τὸν ἀποστείλαντα ὑμα̃ς του̃ ζητη̃σαι τὸν κύριον οὕτως ἐρει̃τε αὐτω̨̃ οὕτως λέγει κύριος ὁ θεὸς Ισραηλ τοὺς λόγους οὓς ἤκουσας
27 καὶ ἐνετράπη ἡ καρδία σου καὶ ἐταπεινώθης ἀπὸ προσώπου μου ἐν τω̨̃ ἀκου̃σαί σε τοὺς λόγους μου ἐπὶ τὸν τόπον του̃τον καὶ ἐπὶ τοὺς κατοικου̃ντας αὐτὸν καὶ ἐταπεινώθης ἐναντίον μου καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας κατεναντίον μου καὶ ἐγὼ ἤκουσά φησιν κύριος
28 ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου καὶ προστεθήση̨ πρὸς τὰ μνήματά σου ἐν εἰρήνη̨ καὶ οὐκ ὄψονται οἱ ὀφθαλμοί σου ἐν πα̃σιν τοι̃ς κακοι̃ς οἱ̃ς ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον του̃τον καὶ ἐπὶ τοὺς κατοικου̃ντας αὐτόν καὶ ἀπέδωκαν τω̨̃ βασιλει̃ λόγον
29 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ συνήγαγεν τοὺς πρεσβυτέρους Ιουδα καὶ Ιερουσαλημ
30 καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἰ̃κον κυρίου καὶ πα̃ς Ιουδα καὶ οἱ κατοικου̃ντες Ιερουσαλημ καὶ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ πα̃ς ὁ λαὸς ἀπὸ μεγάλου ἕως μικρου̃ καὶ ἀνέγνω ἐν ὠσὶν αὐτω̃ν τοὺς πάντας λόγους βιβλίου τη̃ς διαθήκης του̃ εὑρεθέντος ἐν οἴκω̨ κυρίου
31 καὶ ἔστη ὁ βασιλεὺς ἐπὶ τὸν στυ̃λον καὶ διέθετο διαθήκην ἐναντίον κυρίου του̃ πορευθη̃ναι ἐνώπιον κυρίου του̃ φυλάσσειν τὰς ἐντολὰς αὐτου̃ καὶ μαρτύρια αὐτου̃ καὶ προστάγματα αὐτου̃ ἐν ὅλη̨ καρδία̨ καὶ ἐν ὅλη̨ ψυχη̨̃ τοὺς λόγους τη̃ς διαθήκης τοὺς γεγραμμένους ἐπὶ τω̨̃ βιβλίω̨ τούτω̨
32 καὶ ἔστησεν πάντας τοὺς εὑρεθέντας ἐν Ιερουσαλημ καὶ Βενιαμιν καὶ ἐποίησαν οἱ κατοικου̃ντες Ιερουσαλημ διαθήκην ἐν οἴκω̨ κυρίου θεου̃ πατέρων αὐτω̃ν
33 καὶ περιει̃λεν Ιωσιας τὰ πάντα βδελύγματα ἐκ πάσης τη̃ς γη̃ς ἣ ἠ̃ν υἱω̃ν Ισραηλ καὶ ἐποίησεν πάντας τοὺς εὑρεθέντας ἐν Ιερουσαλημ καὶ ἐν Ισραηλ του̃ δουλεύειν κυρίω̨ θεω̨̃ αὐτω̃ν πάσας τὰς ἡμέρας αὐτου̃ οὐκ ἐξέκλινεν ἀπὸ ὄπισθεν κυρίου θεου̃ πατέρων αὐτου̃

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 35

1 καὶ ἐποίησεν Ιωσιας τὸ φασεχ τω̨̃ κυρίω̨ θεω̨̃ αὐτου̃ καὶ ἔθυσαν τὸ φασεχ τη̨̃ τεσσαρεσκαιδεκάτη̨ του̃ μηνὸς του̃ πρώτου
2 καὶ ἔστησεν τοὺς ἱερει̃ς ἐπὶ τὰς φυλακὰς αὐτω̃ν καὶ κατίσχυσεν αὐτοὺς εἰς τὰ ἔργα οἴκου κυρίου
3 καὶ εἰ̃πεν τοι̃ς Λευίταις τοι̃ς δυνατοι̃ς ἐν παντὶ Ισραηλ του̃ ἁγιασθη̃ναι αὐτοὺς τω̨̃ κυρίω̨ καὶ ἔθηκαν τὴν κιβωτὸν τὴν ἁγίαν εἰς τὸν οἰ̃κον ὃν ὠ̨κοδόμησεν Σαλωμων υἱὸς Δαυιδ του̃ βασιλέως Ισραηλ καὶ εἰ̃πεν ὁ βασιλεύς οὐκ ἔστιν ὑμι̃ν ἀ̃ραι ἐπ' ὤμων οὐθέν νυ̃ν οὐ̃ν λειτουργήσατε τω̨̃ κυρίω̨ θεω̨̃ ὑμω̃ν καὶ τω̨̃ λαω̨̃ αὐτου̃ Ισραηλ
4 καὶ ἑτοιμάσθητε κατ' οἴκους πατριω̃ν ὑμω̃ν καὶ κατὰ τὰς ἐφημερίας ὑμω̃ν κατὰ τὴν γραφὴν Δαυιδ βασιλέως Ισραηλ καὶ διὰ χειρὸς Σαλωμων υἱου̃ αὐτου̃
5 καὶ στη̃τε ἐν τω̨̃ οἴκω̨ κατὰ τὰς διαιρέσεις οἴκων πατριω̃ν ὑμω̃ν τοι̃ς ἀδελφοι̃ς ὑμω̃ν υἱοι̃ς του̃ λαου̃ καὶ μερὶς οἴκου πατρια̃ς τοι̃ς Λευίταις
6 καὶ θύσατε τὸ φασεχ καὶ τὰ ἅγια ἑτοιμάσατε τοι̃ς ἀδελφοι̃ς ὑμω̃ν του̃ ποιη̃σαι κατὰ τὸν λόγον κυρίου διὰ χειρὸς Μωυση̃
7 καὶ ἀπήρξατο Ιωσιας τοι̃ς υἱοι̃ς του̃ λαου̃ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους ἀπὸ τω̃ν τέκνων τω̃ν αἰγω̃ν πάντα εἰς τὸ φασεχ εἰς πάντας τοὺς εὑρεθέντας εἰς ἀριθμὸν τριάκοντα χιλιάδας καὶ μόσχων τρει̃ς χιλιάδας ταυ̃τα ἀπὸ τη̃ς ὑπάρξεως του̃ βασιλέως
8 καὶ οἱ ἄρχοντες αὐτου̃ ἀπήρξαντο τω̨̃ λαω̨̃ καὶ τοι̃ς ἱερευ̃σιν καὶ Λευίταις ἔδωκεν Χελκιας καὶ Ζαχαριας καὶ Ιιηλ οἱ ἄρχοντες οἴκου του̃ θεου̃ τοι̃ς ἱερευ̃σιν καὶ ἔδωκαν εἰς τὸ φασεχ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους δισχίλια ἑξακόσια καὶ μόσχους τριακοσίους
9 καὶ Χωνενιας καὶ Βαναιας καὶ Σαμαιας καὶ Ναθαναηλ ἀδελφὸς αὐτου̃ καὶ Ασαβια καὶ Ιιηλ καὶ Ιωζαβαδ ἄρχοντες τω̃ν Λευιτω̃ν ἀπήρξαντο τοι̃ς Λευίταις εἰς τὸ φασεχ πρόβατα πεντακισχίλια καὶ μόσχους πεντακοσίους
10 καὶ κατωρθώθη ἡ λειτουργία καὶ ἔστησαν οἱ ἱερει̃ς ἐπὶ τὴν στάσιν αὐτω̃ν καὶ οἱ Λευι̃ται ἐπὶ τὰς διαιρέσεις αὐτω̃ν κατὰ τὴν ἐντολὴν του̃ βασιλέως
11 καὶ ἔθυσαν τὸ φασεχ καὶ προσέχεαν οἱ ἱερει̃ς τὸ αἱ̃μα ἐκ χειρὸς αὐτω̃ν καὶ οἱ Λευι̃ται ἐξέδειραν
12 καὶ ἡτοίμασαν τὴν ὁλοκαύτωσιν παραδου̃ναι αὐτοι̃ς κατὰ τὴν διαίρεσιν κατ' οἴκους πατριω̃ν τοι̃ς υἱοι̃ς του̃ λαου̃ του̃ προσάγειν τω̨̃ κυρίω̨ ὡς γέγραπται ἐν βιβλίω̨ Μωυση̃ καὶ οὕτως εἰς τὸ πρωί
13 καὶ ὤπτησαν τὸ φασεχ ἐν πυρὶ κατὰ τὴν κρίσιν καὶ τὰ ἅγια ἥψησαν ἐν τοι̃ς χαλκείοις καὶ ἐν τοι̃ς λέβησιν καὶ εὐοδώθη καὶ ἔδραμον πρὸς πάντας τοὺς υἱοὺς του̃ λαου̃
14 καὶ μετὰ τὸ ἑτοιμάσαι αὐτοι̃ς καὶ τοι̃ς ἱερευ̃σιν ὅτι οἱ ἱερει̃ς ἐν τω̨̃ ἀναφέρειν τὰ στέατα καὶ τὰ ὁλοκαυτώματα ἕως νυκτός καὶ οἱ Λευι̃ται ἡτοίμασαν αὑτοι̃ς καὶ τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν υἱοι̃ς Ααρων
15 καὶ οἱ ψαλτω̨δοὶ υἱοὶ Ασαφ ἐπὶ τη̃ς στάσεως αὐτω̃ν κατὰ τὰς ἐντολὰς Δαυιδ καὶ Ασαφ καὶ Αιμαν καὶ Ιδιθων οἱ προφη̃ται του̃ βασιλέως καὶ οἱ ἄρχοντες καὶ οἱ πυλωροὶ πύλης καὶ πύλης οὐκ ἠ̃ν αὐτοι̃ς κινει̃σθαι ἀπὸ τη̃ς λειτουργίας ἁγίων ὅτι οἱ ἀδελφοὶ αὐτω̃ν οἱ Λευι̃ται ἡτοίμασαν αὐτοι̃ς
16 καὶ κατωρθώθη καὶ ἡτοιμάσθη πα̃σα ἡ λειτουργία κυρίου ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ του̃ ποιη̃σαι τὸ φασεχ καὶ ἐνεγκει̃ν τὰ ὁλοκαυτώματα ἐπὶ τὸ θυσιαστήριον κυρίου κατὰ τὴν ἐντολὴν του̃ βασιλέως Ιωσια
17 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ οἱ εὑρεθέντες τὸ φασεχ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καὶ τὴν ἑορτὴν τω̃ν ἀζύμων ἑπτὰ ἡμέρας
18 καὶ οὐκ ἐγένετο φασεχ ὅμοιον αὐτω̨̃ ἐν Ισραηλ ἀπὸ ἡμερω̃ν Σαμουηλ του̃ προφήτου καὶ πάντες βασιλει̃ς Ισραηλ οὐκ ἐποίησαν ὡς τὸ φασεχ ὃ ἐποίησεν Ιωσιας καὶ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ πα̃ς Ιουδα καὶ Ισραηλ ὁ εὑρεθεὶς καὶ οἱ κατοικου̃ντες ἐν Ιερουσαλημ τω̨̃ κυρίω̨
19 τω̨̃ ὀκτωκαιδεκάτω̨ ἔτει τη̃ς βασιλείας Ιωσια
20 καὶ ἀνέβη Φαραω Νεχαω βασιλεὺς Αἰγύπτου ἐπὶ τὸν βασιλέα 'Ασσυρίων ἐπὶ τὸν ποταμὸν Εὐφράτην καὶ ἐπορεύθη ὁ βασιλεὺς Ιωσιας εἰς συνάντησιν αὐτω̨̃
21 καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἀγγέλους λέγων τί ἐμοὶ καὶ σοί βασιλευ̃ Ιουδα οὐκ ἐπὶ σὲ ἥκω σήμερον πόλεμον ποιη̃σαι καὶ ὁ θεὸς εἰ̃πεν κατασπευ̃σαί με πρόσεχε ἀπὸ του̃ θεου̃ του̃ μετ' ἐμου̃ μὴ καταφθείρη̨ σε
22 καὶ οὐκ ἀπέστρεψεν Ιωσιας τὸ πρόσωπον αὐτου̃ ἀπ' αὐτου̃ ἀλλ' ἢ πολεμει̃ν αὐτὸν ἐκραταιώθη καὶ οὐκ ἤκουσεν τω̃ν λόγων Νεχαω διὰ στόματος θεου̃ καὶ ἠ̃λθεν του̃ πολεμη̃σαι ἐν τω̨̃ πεδίω̨ Μαγεδων
23 καὶ ἐτόξευσαν οἱ τοξόται ἐπὶ βασιλέα Ιωσιαν καὶ εἰ̃πεν ὁ βασιλεὺς τοι̃ς παισὶν αὐτου̃ ἐξαγάγετέ με ὅτι ἐπόνεσα σφόδρα
24 καὶ ἐξήγαγον αὐτὸν οἱ παι̃δες αὐτου̃ ἀπὸ του̃ ἅρματος καὶ ἀνεβίβασαν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δευτερευ̃ον ὃ ἠ̃ν αὐτω̨̃ καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἀπέθανεν καὶ ἐτάφη μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ πα̃ς Ιουδα καὶ Ιερουσαλημ ἐπένθησαν ἐπὶ Ιωσιαν
25 καὶ ἐθρήνησεν Ιερεμιας ἐπὶ Ιωσιαν καὶ εἰ̃παν πάντες οἱ ἄρχοντες καὶ αἱ ἄρχουσαι θρη̃νον ἐπὶ Ιωσιαν ἕως τη̃ς σήμερον καὶ ἔδωκαν αὐτὸν εἰς πρόσταγμα ἐπὶ Ισραηλ καὶ ἰδοὺ γέγραπται ἐπὶ τω̃ν θρήνων
26 καὶ ἠ̃σαν οἱ λόγοι Ιωσια καὶ ἡ ἐλπὶς αὐτου̃ γεγραμμένα ἐν νόμω̨ κυρίου
27 καὶ οἱ λόγοι αὐτου̃ οἱ πρω̃τοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίω̨ βασιλέων Ισραηλ καὶ Ιουδα
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).