ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β,
κεφαλίς 13
1 τρίτον του̃το ἔρχομαι πρòς ὑμα̃ς ἐπὶ στόματος δύο μαρτύρων καὶ τριω̃ν σταθήσεται πα̃ν ῥη̃μα |
2 προείρηκα καὶ προλέγω ὡς παρὼν τò δεύτερον καὶ ἀπὼν νυ̃ν τοι̃ς προημαρτηκόσιν καὶ τοι̃ς λοιποι̃ς πα̃σιν ὅτι ἐὰν ἔλθω εἰς τò πάλιν οὐ φείσομαι |
3 ἐπεὶ δοκιμὴν ζητει̃τε του̃ ἐν ἐμοὶ λαλου̃ντος Χριστου̃ ὃς εἰς ὑμα̃ς οὐκ ἀσθενει̃ ἀλλὰ δυνατει̃ ἐν ὑμι̃ν |
4 καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας ἀλλὰ ζη̨̃ ἐκ δυνάμεως θεου̃ καὶ γὰρ ἡμει̃ς ἀσθενου̃μεν ἐν αὐτω̨̃ ἀλλὰ ζήσομεν σὺν αὐτω̨̃ ἐκ δυνάμεως θεου̃ εἰς ὑμα̃ς |
5 ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τη̨̃ πίστει ἑαυτοὺς δοκιμάζετε ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι ’Ιησου̃ς Χριστòς ἐν ὑμι̃ν εἰ μήτι ἀδόκιμοί ἐστε |
6 ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμει̃ς οὐκ ἐσμὲν ἀδόκιμοι |
7 εὐχόμεθα δὲ πρòς τòν θεòν μὴ ποιη̃σαι ὑμα̃ς κακòν μηδέν οὐχ ἵνα ἡμει̃ς δόκιμοι φανω̃μεν ἀλλ' ἵνα ὑμει̃ς τò καλòν ποιη̃τε ἡμει̃ς δὲ ὡς ἀδόκιμοι ὠ̃μεν |
8 οὐ γὰρ δυνάμεθά τι κατὰ τη̃ς ἀληθείας ἀλλὰ ὑπὲρ τη̃ς ἀληθείας |
9 χαίρομεν γὰρ ὅταν ἡμει̃ς ἀσθενω̃μεν ὑμει̃ς δὲ δυνατοὶ ἠ̃τε του̃το καὶ εὐχόμεθα τὴν ὑμω̃ν κατάρτισιν |
10 διὰ του̃το ταυ̃τα ἀπὼν γράφω ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν ὁ κύριος ἔδωκέν μοι εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν |
11 λοιπόν ἀδελφοί χαίρετε καταρτίζεσθε παρακαλει̃σθε τò αὐτò φρονει̃τε εἰρηνεύετε καὶ ὁ θεòς τη̃ς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ' ὑμω̃ν |
12 ἀσπάσασθε ἀλλήλους ἐν ἁγίω̨ φιλήματι ἀσπάζονται ὑμα̃ς οἱ ἅγιοι πάντες |
13 ἡ χάρις του̃ κυρίου ’Ιησου̃ Χριστου̃ καὶ ἡ ἀγάπη του̃ θεου̃ καὶ ἡ κοινωνία του̃ ἁγίου πνεύματος μετὰ πάντων ὑμω̃ν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.