Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β, κεφαλίς 2

ἔκρινα γὰρ ἐμαυτω̨̃ του̃το τò μὴ πάλιν ἐν λύπη̨ πρòς ὑμα̃ς ἐλθει̃ν
εἰ γὰρ ἐγὼ λυπω̃ ὑμα̃ς καὶ τίς ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμου̃
καὶ ἔγραψα του̃το αὐτò ἵνα μὴ ἐλθὼν λύπην σχω̃ ἀφ' ὡ̃ν ἔδει με χαίρειν πεποιθὼς ἐπὶ πάντας ὑμα̃ς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμω̃ν ἐστιν
ἐκ γὰρ πολλη̃ς θλίψεως καὶ συνοχη̃ς καρδίας ἔγραψα ὑμι̃ν διὰ πολλω̃ν δακρύων οὐχ ἵνα λυπηθη̃τε ἀλλὰ τὴν ἀγάπην ἵνα γνω̃τε ἣν ἔχω περισσοτέρως εἰς ὑμα̃ς
εἰ δέ τις λελύπηκεν οὐκ ἐμὲ λελύπηκεν ἀλλὰ ἀπò μέρους ἵνα μὴ ἐπιβαρω̃ πάντας ὑμα̃ς
ἱκανòν τω̨̃ τοιούτω̨ ἡ ἐπιτιμία αὕτη ἡ ὑπò τω̃ν πλειόνων
ὥστε τοὐναντίον μα̃λλον ὑμα̃ς χαρίσασθαι καὶ παρακαλέσαι μή πως τη̨̃ περισσοτέρα̨ λύπη̨ καταποθη̨̃ ὁ τοιου̃τος
διò παρακαλω̃ ὑμα̃ς κυρω̃σαι εἰς αὐτòν ἀγάπην
εἰς του̃το γὰρ καὶ ἔγραψα ἵνα γνω̃ τὴν δοκιμὴν ὑμω̃ν εἰ εἰς πάντα ὑπήκοοί ἐστε
10 ὡ̨̃ δέ τι χαρίζεσθε κἀγώ καὶ γὰρ ἐγὼ ὃ κεχάρισμαι εἴ τι κεχάρισμαι δι' ὑμα̃ς ἐν προσώπω̨ Χριστου̃
11 ἵνα μὴ πλεονεκτηθω̃μεν ὑπò του̃ Σατανα̃ οὐ γὰρ αὐτου̃ τὰ νοήματα ἀγνοου̃μεν
12 ἐλθὼν δὲ εἰς τὴν Τρω̨άδα εἰς τò εὐαγγέλιον του̃ Χριστου̃ καὶ θύρας μοι ἀνεω̨γμένης ἐν κυρίω̨
13 οὐκ ἔσχηκα ἄνεσιν τω̨̃ πνεύματί μου τω̨̃ μὴ εὑρει̃ν με Τίτον τòν ἀδελφόν μου ἀλλὰ ἀποταξάμενος αὐτοι̃ς ἐξη̃λθον εἰς Μακεδονίαν
14 τω̨̃ δὲ θεω̨̃ χάρις τω̨̃ πάντοτε θριαμβεύοντι ἡμα̃ς ἐν τω̨̃ Χριστω̨̃ καὶ τὴν ὀσμὴν τη̃ς γνώσεως αὐτου̃ φανερου̃ντι δι' ἡμω̃ν ἐν παντὶ τόπω̨
15 ὅτι Χριστου̃ εὐωδία ἐσμὲν τω̨̃ θεω̨̃ ἐν τοι̃ς σω̨ζομένοις καὶ ἐν τοι̃ς ἀπολλυμένοις
16 οἱ̃ς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον οἱ̃ς δὲ ὀσμὴ ἐκ ζωη̃ς εἰς ζωήν καὶ πρòς ταυ̃τα τίς ἱκανός
17 οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τòν λόγον του̃ θεου̃ ἀλλ' ὡς ἐξ εἰλικρινείας ἀλλ' ὡς ἐκ θεου̃ κατέναντι θεου̃ ἐν Χριστω̨̃ λαλου̃μεν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).